Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXII.
Origen, Philocalia 9-6
Not analysed yet
9. Νοείσθωσαν τοίνυν πάντες οἱ ἐπὶ γῆς μιᾷ τινὶ διαλέκτῳ θείᾳ χρώμενοι, καὶ ὅσον γε συμφωνοῦσι πρός ἀλλήλους τηρείσθωσαν ἐν τῇ θεία διαλέκτῳ· καὶ ἔστωσαν ἀκίνητοι τῶν ἀνατολῶν, εἰς ὅσον εἰσὶ τὰ τοῦ φωτὸς καὶ τοῦ ἀπὸ τοῦ φωτὸς ἀιδίου ἀπαυγάσματος φρονοῦντες. καὶ οὗτοι, ἐπὰν κινήσωσιν ἀπὸ τῶν ἀνατολῶν ἑαυτοὺς ἀλλότρια ἀνατολῶν φρονοῦντες, εὑρισκέτωσαν πεδίον ἐν γῇ Σεναὰρ, ὅπερ ἑρμηνεύεται Ὀδόντων ἐκτιναγμός κατὰ σύμβολον τοῦ ἀπολλύναι αὐτοὺς τὰ διʼ ὧν τρέφονται, καὶ κατοικείτωσαν ἐκεῖ. εἶτα τὰ τῆς ὕλης συναγαγεῖν θέλοντες καὶ κολλᾷν τὰ μὴ πεφυκότα κολλᾶσθαι οὐρανῷ, ἵνα διὰ τῶν ὑλικῶν ἐπιβουλεύσωσι τοῖς ἀΐλοις, λεγέτωσαν· Δεῦτε, πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτάς πυρί. ὡς οὗν κρατύνοντες καὶ πηγνύντες τά πήλινα καὶ ὑλικὰ, καὶ τὴν πλίνθον λίθον ποιεῖν θέλοντες καὶ τὸν πηλὸν ἄσφαλτον, καὶ διὰ τούτων οἰκοδομεῖν πόλιν καὶ πύργον οὗ ὅσον ἐπὶ τῇ ὑπολήψει αὐτῶν ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, παραδιδόσθωσαν ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς ἀπό ἀνατολῶν κινήσεως ἐπὶ πλεῖον ἢ ἐπʼ ἔλαττον αὐτοῖς γεγενημένης, καὶ κατὰ τὴν ἀναλογίαν τῆς κατασκευῆς τῶν πλίνθων εἰς λίθους καὶ τοῦ πηλοῦ εἰς ἄσφαλτον καὶ τῆς ἐκ τούτων οἰκοδομῆς, ἀγγέλοις ἐπὶ πλεῖον ἢ ἐπʼ ἔλαττον χαλεπωτέροις, καὶ τοιοῖσδε ἢ τοιοῖσδε, ἕως τίσωσι δίκας ἐφʼ οἶς τετολμήκασι· καὶ ὑπὸ τῶν ἀγγέλων ἀγέσθωσαν ἔκαστος τῶν ἐμποιησάντων τὴν οἰκείαν ἑαυτοῖς διάλεκτον ἐπὶ τὸ μέρη τῆς γῆς κατὰ τὴν ἑαυτῶν ἀξίαν, οἵδε μὲν ἐπὶ τὴν φέρʼ εἰπεῖν καυσώδη χώραν ἄλλοι δʼ ἐπὶ τὴν διὰ τὸ κατεφύχθαι κολάζουσαν τοὺς ἐνοικοῦντας, καὶ οἱ μὲν ἐπὶ τὴν δυσγωργητοτέραν ἄλλοι δὲ ἐπὶ τὴν ἔλαττον τοιαύτην, καὶ οἱ μὲν ἐπὶ τὴν πεπληρωμένην θηρίων οἱ δὲ ἐπὶ τὴν ἐπʼ ἔλαττον ἔχουσαν αὐτά.