Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 11-5
Not analysed yet
11. Ἀλλʼ ἐπεὶ δυσπειθεῖς αἱ τοιαῦται διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι, καὶ μὴ βιώσαντες καλῶς ἀλλά μετὰ ταῦτα ἁμαρτήσαντες. Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὀδοῦ σοῦ; ἴνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; ἐπίστρεφον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄροῦς τοῦ ἁγίου σου. καὶ ἐν τῷ Ἱερεμίᾳ· Ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἐδυνάσθης. τὸ γάρ· Ἵνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; λεγόμενον ὑπὸ τῶν ἐλεηθῆναι παρακαλούντων, ἐν ἤθει λεγόμενον τοιοῦτόν ἐστιν· Ἵνα τί ἐπὶ τοσοῦτον ἐφείσω ἡμῶν, οὐκ ἐπισκεπτόμενος ἡμᾶς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὼ καταλιπὼν ἕως εἰς μέγεθος ἔλθῃ πταισμάτων τὰ ἡμέτερα; ἐγκαταλείπει δὲ μὴ κολαζομένους τοὺς πλείονας, ἴνα τε τὰ ἑκάστου ἤθη ἐκ τοῦ ἐφʼ ἡμῖν ἐξετασθῇ, καὶ φανεροὶ μὲν ἐκ τῆς γενομένης βασάνου οἱ κρείττους γένωνται, οἱ δὲ λοιποὶ μὴ λαθόντες, οὐχὶ θεόν—πάντα γὰρ οἶδε πρὸ γενέσεως αὐτῶν—ἀλλά τὰ λογικὰ καὶ ἑαυτούς, ὕστερον τύχωσιν ὁδοῦ θεραπείας· οὐκ ἂν ἐγνωκότες τὴν εὐεργεσίαν, εἰ μὴ ἑαυτῶν κατεγνώκεισαν· ὅπερ συμφέρει ἑκάστῳ, ἵνα αἴσθηται τῆς ἰδιότητος τῆς ἑαυτοῦ καὶ τῆς χάριτος τῆς τοῦ θεοῦ. ὁ δὲ μή αἰσθανόμενος τῆς ἰδίας ἀσθενείας καὶ τῆς θείας χάριτος, κἂν εὐεργετῆται μὴ ἑαυτοῦ πεπειραμένος μηδὲ ἑαυτοῦ κατεγνωκὼς, οἰήσεται ἴδιον εἶναι ἀνδραγάθημα τὸ ἀπὸ τῆς οὐρανίου χάριτος αὐτῷ ἐπιχορηγηθέν. τοῦτο δὲ οἴημα, ἐμποιῆσαν καὶ φυσίωσιν, αἴτιον ἔσται καταπτώσεως· ὅπερ νομίζομεν καὶ περὶ τόν διάβολον γεγονέναι, ἑαυτῷ χαρισάμενον ἃ εἶχε προτερήματα ὅτε ἄμωμος ἦν. Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὡς πᾶς ὁ ταπεινῶν ἑαυτόν ὑψωθήσεται. κατανόει δὲ ὅτι διὰ τοῦτο ἀποκέκρυπται ἀπὸ σοφῶν καὶ συνετῶν τὰ θεῖα, ἵνα, ὥς φησιν ὁ ἀπόστολος, μὴ καυχήσηται πἅσα σὰρξ ἐνώπιον τοῦ θεοῦ· καὶ ἀποκεκάλυπται νηπίοις, τοῖς μετά τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρά τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μακαριότητος ἐληλύθασιν.