Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 10-5
Not analysed yet
10. Ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε φωνὴν προϊέμενος ὅτι Ἐυὼ τήκω καὶ ξηραίνω, ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι, οὐκ ἂν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκείμένον· ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ ξηραινομένου δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία ἐνέργεια ἡ διά Μωσέως γινομένη σκληρυμμὸν μὲν ἤλεγχε τὸυ τοῦ Φαραώ διὰ τὴν κακίαν αὐτοῦ, πειθὼ δὲ τὴν τῶν ἐπιμίκτων Αἰγυπτίων συνεξορμησάντων τοῖς Ἑβραίοις. καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τήν καρδίαν Φαραὼ, λέγοντος· Ἀλλʼ οὐ μακρὰν ἀποτενεῖτε· τριῶν γὰρ ἡμερών πορεύσεσθε, καὶ τὰς γυναῖκας ὑμῶν καταλείπετε· καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐνδιδοὺς πρός τά τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὸ σημεῖα, οὐ μήν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν· Σκληρυνῶ τὴν καρδίαν Φαραώ· ὑπʼ αὐτοῦ ἐνηργεῖτο, τοῦ θεοῦ δηλονότι. οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι· πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις τό· Ἐγώ σε πονηρὸν ἐποίησα, καὶ Ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας φησὶ πρὸς τὸν ἁμαρτάνοντα· τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ. ἂ γὰρ λέγει πρὰς τὸν ἁμαρτάνοντα ὁ ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ ἁρμοδίως νοηθείη ταύτα ἀπαγγελλόμενα αὐτῷ, κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν θησαυρίζοντος ἑαυτῷ ὀργήν· τῆς σκληρότητος οὐκ ἂν οὑτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει, ἦ ἐγεγόνει μὲν, μὴ τὰ τοσαῦτα δὲ καὶ τηλικαῦτα.