Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 12-3
Not analysed yet
12. Καὶ οὐκ αἰδεῖταί γε ἐπιφέρων τούτοις, ἵνα καὶ τοῖς μετʼ αὐτὸν ἐσομένοις ἐπιδεικνύηται τὴν τῶν δογμάτων ἑαυτοῦ ἀσχημοσύνην, λέγων· ‘Φέρʼ οὖν, εἴ τις ἀπʼ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπιβλέποι, τί ἄν δόξαι διαφέρειν τὰ ὑφʼ ἡμῶν ἤ τὰ ὑπὸ μυρμήκων καὶ μελισσῶν δρώμενα; ʼ ὀ ἀπʼ οὐρανοῦ δὴ ἐπὶ γῆν κατὰ τὴν ὑπόθεσιν αὑτοῦ βλέπων τὰ δρώμενα ὑπὸ τῶν ἀνθρώπων καὶ τὰ ὑπὸ τῶν μυρμήκων γινόμενα, πότερον ἑνορ μὲν ἀνθρώπων καὶ μυρμήκων σώμασιν, οὐ κατανοεῖ δὲ τὸ λογικὸν ἡγεμονικὸν καὶ λογισμῷ κινούμενον, πάλιν τε σὖ τὸ ἄλογον ἡγεμονικὸν καὶ ὑπὸ ὁρμῆς καὶ φαντασίας ἀλόγως κινοτμενον μετά τινος φυσικῆς ὑποκατασκευτς; ἀλλʼ ἄτοπον τὸν ἀπʼ οὐρανοῦ βλέποντα τά ἐπὶ γῆς ἐνορᾷν μὲν θέλειν σώμασιν ἀνθρώπων καὶ μυρμήκων ἀπὸ τοσούτου διαστήματος, μή πολὺ δὲ μᾶλλον βλέπειν ἡγεμονικῶν φύσεις καὶ πηγὴν ὁρμῶν λογικὴν ἢ ἄλογον. εἰ δʼ ἅπαξ βλέπει τὴν πασῶν ὁρμῶν πηγήν, δηλονότι καὶ τὴν διαφορὰν ἴδοι ἄν καὶ τὴν ὑπεροχήν τοῦ ἀνθρώπου οὐ μόνον παρὰ τοὺς μύρμηκας ἀλλὰ καὶ παρὰ τοὺς ἐλέφαντας. ὁ γὰρ βλέπων ἀπʼ οὐρανοῦ ἐν μὲν τοῖς ἀλόγοις, κἂν μεγάλα ἦ αὐτῶν τὰ σώματα, οὐκ ἄλλην ὅψεται ἀρχὴν ἢ τὴν, ἵνʼ οὕτως ὀνομάσω, ἀλογίαν ἐν δὲ τοῖς λογικοῖς, λόγον τὸν κοινὸν ἀνθρώπων πρὸς τὰ θεῖα καὶ ἐπουράνια τάχα δὲ καὶ αὐτὸν τὸν ἐπὶ πᾶσι θεὸν, δι ὃν κατʼ εἰκόνα γεγονέναι ὠνόμασται τοῦ θεοῦ· εἰκών γὰρ τοῦ ἐπὶ πᾶσι θεοῦ ὁ λόγος ἐστὶν αὐτοῦ.