Ancient Greek · ~9 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 13-3
Not analysed yet
13. Ἐξῆς δὲ τούτοις, ὡσπερεὶ ἐπὶ πλειόνων καταβιβάσαι ἀγωνιζόμενος τό τῶν ἀνθρώπων γένος καὶ ἐξομοιῶσαι τοῖς ἀλόγοις, καὶ μηδὲν ὅ τι καταλιπεῖν θέλων τῶν ἐν τοῖς ἀλόγοις ἱστορουμένων ἐμφαινόντων τό μεῖζον, καὶ τὰ τῆς γοητείας φησὶν εἶναι καὶ ἔν τισι τῶν ἀλόγων· ὡς μηδʼ ἐπὶ τούτῳ τοὺς ἀνθρώπους ἐξαιρέτως σεμνύνεσθαι, μηδὲ θέλειν ἔχειν τὴν πρὸς τὰ ἄλογα ὑπεροχήν. καί φησι ταῦτα· Ἑἰ δέ τι καὶ ἐπὶ γοητείᾳ φρονοῦσιν ἄνθρωποι, ἤδη καὶ κατὰ τοῦτο σοφώτεροι ὄφεις καὶ ἀετοί· πολλὰ γοῦν ἴσασιν ἀλεξιφάρμακα καὶ ἀλεξίκακα, καὶ δὴ καὶ λίθων τινῶν δυνάμεις ἐπὶ σωτηρίᾳ τῶν νεοσσῶν· οἶς ἄν ἐπιτύχωσιν ἀνθρωποι, θαυμαστόν τι κτῆμα ἔχειν νομίζουσι. ᾿καὶ πρῶτόν γε οὐκ οἵδ᾿ ὅπως τὴν τῶν ζώων περὶ τὰ φυσικὰ ἀλεξιφάρμακα εἶτε ἐμπειρίαν εἶτε φυσικήν τινα κατάληψιν γοητείαν ὠνόμασεν· ἐπʼ ἄλλου γὰρ τέτριπται τὸ τῆς γοητείας τάσσεσθαι ὄνομα· εἰ μὴ ἄρα λεληθότως διαβάλλειν βούλεται ώς Ἐπικούρειος πᾶσαν τὴν τῶν τοιούτων χρῆσιν, ὡς ἐν ἐπαγγελίᾳ γοήτων κειμένην. πλὴν ἀλλά δεδόσθω αὐτῷ τό τοὺς ἀνθρώπους φρονεῖν ἐπὶ τῇ τούτων γνώσει μέγα, εἶτε γόητας ὄντας εἶτε καὶ μή· πῶς ὅτι σοφώτεροι κατὰ τοῦτο ἀνθρώπων εἰσὶν ὄφεις τῷ μαράθῳ εἰς ὀξυωπίαν καὶ ταχύτητα κινήσεως χρώμνοι, μόνου τοῦτο φυσικὸν οὐκ ἐξ ἐπιλογισμοῦ καταλαμβάνοντες ἀλλʼ ἐκ κατασκευῆς; ἄνθρωποι δὲ οὐκ ἀπὸ ψιλῆς φύσεως ἐπὶ τὸ τοιοῦτον ὁμοίως ὀφεσιν ἔρχονται· ἀλλὰ πῆ μὲν ἐκ πείρας πῆ δὲ καὶ ἐκ λόγου, ἔσθʼ ὅτε δʼ ἐξ ἐπιλογισμοῦ καὶ κατ ἐπιστήμην. ὡς εἰ καὶ ἀετοὶ πρὸς σωτηρίαν τῶν ἐν τῇ καλιᾷ νεοσσῶν τὸν λεγόμενον ἀετίτην λίθον εὑρόντες φέρουσιν ἐπʼ αὐτὴν, πόθεν ὅτι σοφοὶ ἀετοὶ καὶ τῶν ἀνθρώπων σοφώτεροι, τῶν ἐκ πείρας τὸ τοῖς ἀετοῖς δοθὲν φυσικόν βοήθημα εὑρόντων διὰ τὸν λογισμὸν καὶ μετὰ νοῦ χρησαμένων; ἔστω δὲ καὶ ἄλλα ὑπό τῶν ζώων γιγνώσκεσθαι ἀλεξιφάρμακα, τί οὖν τοῦτο πρὸς τὸ μὴ φύσιν ἀλλά λόγον εἶναι τὸν εὑρίσκοντα ταῦτα ἐν τοῖς ζώοις; εἰ μὲν γὰρ λόγος ἦν ὀ εὑρίσκων, οὐκ ἄν ἀποτεταγμένως τόδε τι μόνον εὑρίσκετο ἐν ὄφεσιν, ἔστω καὶ δεύτερον καὶ τρίτον, καὶ ἄλλο τι ἐν ἀετῷ καὶ οὐτως ἐν τοῖς λοιποῖς ζώοις· ἀλλὰ τοσαῦτα ἂν, ὅσα καὶ ἐν ἀνθρώποις. νυνὶ δὲ φανερόν ἐκ τοῦ ἀποτεταγμένως πρός τινα ἑκάστου φύσιν ζώου νενευκέναι βοηθήματα, ὅτι οὐ σοφία οὐδὲ λόγος ἔστιν ἐν αὐτοῖς, ἀλλά τις φυσικὴ πρὸς τὰ τοιάδε σωτηρίας ἕνεκεν τῶν ζώων κατασκευὴ, ὑπὸ τοῦ λόγου γεγενημένη.