Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 13
Not analysed yet
13. Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν, ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾦ ἀναβὰς εἰς τὸ ὑφηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ ὥφθη ἐν δόξῃ· ὅτε καὶ Μωσῆς καὶ Ἡλίας ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ; ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἔξῆς· καὶ ὁ Κέλσος παραδέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἶδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτόν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἢν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν, ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἴοὺς τῶν ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικόν εἰρηκέναι ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν. νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων, ἀλλʼ οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας προβαίνειν.