Ancient Greek
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 14-2
Not analysed yet
14. Πάλιν τε α ὁ λέγων· ‘Ἐπειθὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ φωνὴν ἢ ἀλκὴν ἢ κατάπληξιν ἢ πειθώ.' πῶς οὐχ ἑώρα τὸ παραλλάττον τοῦ σώματος αὐτοῦ πρὸς τὸ τοῖς ὁρῶσι δυνατὸν, καὶ διὰ τοῦτο χρήσιμον, τοιοῦτο φαινόμενον ὁποῖου ἔδει ἑκάστῳ βλέπεσθαι; καὶ οὐ θαυμαστὸν τὴν φύσει τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ εἰς πάντα ἂ βούλεται ὁ δημιουργὸς ὕλην μεταβλητὴν, καὶ πάσης ποιότητος ἢν ὁ τεχνίτης βούλεται δεκτικήν, ὁτὲ μὲν ἔχειν ποιότητα καθʼ ἢν λέγεται τό· Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ὁτὲ δὲ οὗτως ἔνδοξον καὶ καταπληκτικὴν καὶ θαυμαστὴν, ὡς ἐπὶ πρόσωπον πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου κάλλους συνανελθόντας τῷ Ἰησοῦ τρεῖς ἀποστόλους. ἀλλʼ ἐρεῖ ταῦτʼ εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ τά λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων.