Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 13-4
Not analysed yet
13. Φέρε δὲ καὶ τοιαύτῃ εἰκόνι ἀπὸ τοῦ εὐαγγελίου χρησώμεθα. ἔστι τις πέτρα ὀλίγην ἔχουσα καὶ ἐπιπόλαιον γῆν, εἰς ἣν ἄν πέσῃ τὰ σπέρματα ταχὺ ἀνθεῖ, ἀλλʼ ἀνθήσαντα, ἐπεὶ ῥίζαν οὐκ ἔχει, ἡλίου ἀνατείλαντος καυματίζεται καὶ ξηραίνεται. καὶ αὔτή ἡ πέτρα ἀνθρωπίνη ἐστὶ ψυχὴ, διὰ τὴν ἀμέλειαν σκληρυνθεῖσα καὶ διὰ τὴν κακίαν ἀπολιθωθεῖσα· λιθίνη γὰρ οὐδενὶ ἔκτισται ὑπό θεοῦ καρδία, ἀλλʼ ἀπὸ τῆς πονηρίας τοιαύτη γίνεται. ὡσπερ οὖν, εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἄν ὁ γςωηργὸς ὅτι Βράδιον σπερῶ τὴν γῆν ταύτην ἐπιβαλών τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσομένου τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τήν τάχιον εἰληφυῖαν καὶ ἐπιπολαιοτέρως· πεισθείημεν ἂν ὡς εὐλόγως λέγοντι τῷ γεωργῷ καὶ ὡς ἐπιστημόνως πεποιηκότι· οὕτῳ καὶ ὁ μέγας πάσης φύσεως γεωργὸς ὑπερτίθεται τὴν νομισθεῖσαν ἂν τάχιον εὐποιίαν, ἵνα μὴ ἐπιπόλαιος γέηται. ἀλλʼ εἰκός τινα ἡμῖν πρὸς ταῦτα ἀνθυπενεγκεῖν· Διὰ τί δέ τι τῶν σπερμάτων πίπτει ἐπὶ τήν ἐξ ἐπιπολῆς ἔχουσαν τὴν γῆν οἱονεὶ πέτραν οὖσαν ψυχήν ; λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον τῇδέ τινι προπετέστερον βεβουλημένῃ τὰ κρείττονα, καὶ οὐχὶ ὀδῷ ἐπʼ αὐτὰ ὁδευσάσῃ, τυχεῖν οὗ βεβούληται· ἴνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστερον πολλῷ χρόνῳ λαβεῖν. ἄπειροι γὰρ ἡμῖν, ὡς ἄν εἴποι τις, αἱ ψυχαὶ καὶ ἄπειρα τὰ τούτων ἤθη καὶ πλεῖστα ὅσα τὰ κινήματα καὶ αἱ προθέσεις καὶ αἱ ἐπιβολαὶ καὶ αἱ ὁρμαί· ὧν εἶς μόνος οἰκονόμος ἄριστος καὶ τοὺς καιροὺς ἐπιστάμενος καὶ τὰ ἁρμόζοντα βοηθήματα καὶ τὰς ἀγωγάς καὶ τὰς ὁδοὺς, ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ, ὁ εἰδώς πῶς καὶ τὸν Φαραὼ ἄγει διὰ τοσῶνδε καὶ καταποντισμοῦ, εἰς ὃν οὐ καταλήγει οἰκονομία τοῦ Φαραώ. οὐ γὰρ ἐπεὶ κατεποντώθη ἀνελύθη· Ἐυ γὰρ χειρὶ θεοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι μῶν, πᾶσά τε φρόνησις καὶ ἐργατιῶν ἐπιστήμη. καὶ ταῦτα μὲν μετρίως εἰς ἀπολογίαν περὶ τοῦ ἐσκληρύνθαι τὴν καρδίαν Φαραὼ, καὶ περὶ τοῦ· Ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.