Ancient Greek · ~9 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 14-5
Not analysed yet
14. Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ Ἰεζεκιὴλ λέγοντος· Ἐξελῶ τὰς λιθίνας καρδίας ἀπʼ αὐτῶν καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς δικαιώμασί μου πορεύωνται καὶ τὰ προστάγματά μου φυλάσσωσιν. εἰ γὰρ ὅτε βούλεται ὁ θεὸς ἐξαίρει τάς λιθίνας καρδίας καὶ ἐντίθησι σαρκίνας, ὥστε τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι καὶ τηρεῖσθαι τὰς ἐντολὰς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφʼ ἡμῖν. τὸ γὰρ ἐξαιρεθῆναι τὰς λιθίνας καρδίας οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν κακίαν, καθʼ ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφʼ οὗ ὁ θεὰς βούλεται· καὶ τὸ ἐγγενέσθαι καρδίαν σαρκίνην, ἵνα ἐν τοῖς προστάγμασί τις πορεύηται τοῦ θεοῦ καὶ φυλάσσῃ αὐτοῦ τὰς ἐντολάς, τί ἄλλο ἐστὶν ἣ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτικὸν τῶν ἀρετῶν; εἰ δὲ ταῦτα ἐπαγγέλλεται ὀ θεός ποιεῖν, καὶ πρὶν ἀφελεῖν αὐτὸν τὰς λιθίνας καρδίας οὐκ ἀποτιθέμεθα αὐτὰς, δῆλον ὅτι οὐκ ἐφʼ ἡμῖν ἐστὶν ἀποθέσθαι τὴν κακίαν· καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν ἵνα ἐγγένηται ἡμῖν ἡ σαρκίνη καρδία, ἀλλά θεοῦ ἐστὶν ἔργον, οὐχ ἡέτερον ἔργον ἔσται τὸ κατʼ ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις. ταῦτα μὲν ἐρεῖ ὁ ἀπὸ τῶν φιλῶν ῥητῶν τό ἐφʼ ἡμῖν ἀναιρῶν. ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὓτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθία καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπιδίδωσιν ἑαυτὸν ᾦ νομίζει δύνασθαι αὐτὸν χτιραγςγήσειν ἐπἱ παίδευσιν καὶ ἀρετήν, ἐπιδιδόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενός ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσαγηοχότι θεραπευθησόμενον, ἀλλʼ ὡς ἐπαγγελλόμενος βελτιώσειν τὸν βουλόμενον· οὔτως ὁ θεῖος λόγος ἐπαγγέλλεται τῶν προσιόντων τὴν κακίαν ἐξαιρεῖν, ἣν ὠνόμασε λιθίνην καρδίαν, οὐχὶ ἐκείνων οὐ βουλομένων ἀλλʼ ἑαυτοὺς τῷ ἰατρῷ τῶν καμνόντων παρςσχηκότων· ὤσπερ ἐν τοῖς εὐαγγελίοις εὑρίσκονται οἱ κάμνοντες προσρχόμενοι τῷ σωτῆρι καὶ ἀξιοῦντες ἰάσεως τυχεῖν καὶ θεραπευόμενοι. καὶ ἔστι φέρʼ εἰπεῖν τὸ τοὺς τυφλοὺς ἀναβλέφαι ἔργον, κατά μὲν τὸ ἠξιωκέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι, τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως, τοῦ σωτῆρος ἡμῶν. οὓτως οὖν ἐπαγγέλλεται ὁ λόγος τοῦ θεοῦ ἐμποιήσειν ἐπιστήμην τοῖς προσιοῦσιν, ἐξελὼν τὴν λιθίνην καὶ σκληρὰν καρδίαν, ὅπερ ἐστὶ τὴν κακίαν, ὑπὲρ τοῦ τινα πορεύεσθαι ταῖς θείαις ἐντολαῖς καὶ φυλάσσειν τὰ θεῖα προστάγματα.