Ancient Greek · ~10 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia 16-5
Not analysed yet
16. Ἵδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητικοὶ ἀλλʼ, εἰ ἄρα, σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τά περὶ ἑνός ἀνθρώπου· τοῦτο δὲ καθʼ ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπʼ ἀνθρώπων δύνασθαι. φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, καὶ ἀπὸ τῆς ἑκάστου αὐτῶν. περιέχειν γάρ οἶονται τὴν ἑκάστου γένεσιν ἀδελφόν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν τοῦ πατρός καὶ τὴν τῆς μητρός καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοὺ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. πῶς οὗν δυνατόυ τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριςχόμενον γίνεσθαι ὑπό τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸυ ἐν τῇ ἰδία τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι ἀλλὰ σεσημαγκέναι μόνον· ήλίθιον γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων γένεσις περιςῖχε καθ᾿ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι, ὥστε ἐν γενέσεσιν, καθʼ ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. οὐκ οἶδʼ ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν ουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμόν ἐπὶ τῆς γενέσεως, ώς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτηριαζομένους τὰ μόρια καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι, καὶ ἄμα τῇ εἰς τόν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν σμαηλίταις τοῖς κατὰ τήν Ἀραβίαν τοιόνδε, ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς· τοῦτο γάρ ἱστόρηται περὶ αὐτῶν· καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοφι τοῖσδε τάς κόγχας τῶν γονάτων περιαιρεῖσθαι, καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γάρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθυεσιν; οἶμαι ὅτι εἰ ἐπιστήσαιμεν οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. τοσούτων δὲ φερομένων ὀδών προγνωστικῶν, οὐκ οἵδ᾿ ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τό τήν μὲν οἰωνιστικήν καὶ τήν θυτικήν μή λέγειν περιέχειν τό ποιοῦν σιτίον, ἀλλὰ σημαίνειν μόνον, καὶ τήν ἀστεροσκοπικήν, οὐκ ἔτι δὲ τήν γενεθλιαλογικήν. εἰ γὰρ ἐπεὶ γινώσκεται, ἴνα καὶ χαρισώμεθα τό γινώσκεσθαι, γίνεται ἐκεῖθεν ὅθεν τ γνῶσις λαμβάνεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τά γινόμενα, καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπό τῶν διαταττόντων ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων.