Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia 17-6
Not analysed yet
17. Ὀπερ δὲ συγκεχωηήκαμεν, οὐ γάρ ἐλύπει τόν λόγον, ώς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὦν ἐστὶ σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ τὸν μέλλοντα τὰ κατά τὴν γενεθλιαλογίαν ἀκριβῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὸ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστήρ, ἀλλά καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατά ποίου ἑξηκοστοῦ· οἱ δὲ ἀκριβέστεροι καὶ κατά ποίου ἑξηκοστοὺ τοῦ ἑξηκοστοῦ. καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφʼ ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν τήν πρός τοὺς ἀπλανεῖς. πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασὶν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπʼ αὐτοῦ, ἀλλὰ καὶ τήν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τό πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν. πῶς τοίνυν τῆς ὤρας πλατεῖ λόγῳ ἤμισυ δωδεκατημορίου περιςχούσης δύναταί τις λαβεῖν τὸ ἔξηκοστόν, μή ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρα τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ; παραπολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τήν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλά καὶ ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τό μεταξὺ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπʼ αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τήν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπό τῶν νομιζομένων τὴν ὡραν τετηρηκέναι. οὐδεὶς γὰρ δύναται λέγειν ὅτι μεταξὺ τῆς τοῦδε γενέσεως πρὸς τὴν τοῦδε ἐστὶν ὤρας τριακοστόν. ἀλλʼ ἔστω συγχωρημένα αὐτοῖς τὰ κατά τὸ ἐκλαμβάνειν τὴν ὥραν.