Ancient Greek
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 17-2
Not analysed yet
17. Εἰ γὰρ μὴ ἦσαν φιλαλήθεις ἀλλʼ, ὡς οἴεται Κέλσος, πλάσματα ἀναγράφοντες, οὐκ ἂν Πέτρον ἀνέγραψον ἀρνησάμενον ἢ τοὺς μαθητὰς Ἰησοῦ σκανδαλιζομένους. τίς γὰρ, εἰ καὶ γέγονε τοιαῦτα, ἤλεγξε τὸν λόγον, ὅτι οὕτως ἀπήντησε; καί τοί γε κατὰ τὸ εἰκὸς ἐχρῆν σεσιωπῆσθαι ταῦτα ἀνθρώποις βουλομένοις διδάσκειν τοὺς ἐντυγχάνοντας τοῖς εὐαγγελίοις θανάτου καταφρονεῖν ὑπὲρ τῆς ὁμολογίας τοῦ χριστιανισμοῦ. νυνὶ δʼ ὁρῶντες ὅτι ὁ λόγος δυνάμει κρατήσει τῶν ἀνθρώπων ἔθηκαν καὶ τὰ τοιαῦτα, οὐκ οἶδʼ ὅπως οὐ βλάψοντα τοὺς ἐντυγχάνοντας οὐδὲ πρόφασιν δώσουτα ἀρνήσεως.