Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 18-2
Not analysed yet
18. Ἔχει δέ τι καὶ μυστικώτερον ὁ λόγος, ἀπαγγέλ τὰς τοῦ Ἰησοῦ διαφόρους μορφὰς ἀναφέρεσθαι ἐπὶ τὴν τοῦ θείου λόγου φύσιν, οὐχ ὁμοίως φαινομένου τοῖς τε πολλοῖς καὶ τοῖς ἀκολουθεῖν αὐτῷ εἰς ὑψηλὸν, ὃ ἀποδεδώκαμεν, ὄρος δυναμένοις. τοῖς μὲν γὰρ ἔτι κάτω τυγχάνουσι καὶ μηδέπω ἐπὶ τὸ ἀναβαίνειν παρεσκευασμένοις ὁ λόγος οὐκ ἔχει εἶδος οὐδὲ κάλλος· τὸ γὰρ εἶδος αὐτοῦ τοῖς τοιούτοις ἐστὶν ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους υἱοὺς ἀνθρώπων. εἴποιμεν γὰρ ἂν πολλῷ ὡραιοτέρους φαίνεσθαι τοὺς τῶν φιλοσοφούντων λόγους, ὄντας υἱοὺς ἀνθρώπων, παρὰ τὸυ τοῖς πολλοῖς κηρυσσόμενον τοῦ θεοῦ λόγον, ὃς ἐμφαίνει καὶ μωρίαν κηρύγματος· καὶ διὰ τὴν ἐμφαινομένην μωρίαν τοῦ κηρύγματος λέγουσιν οἱ τοῦτο μόνον θεωροῦντες· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. τοῖς μέντοι ἐκ τοῦ ἀκολουθεῖν αὐτῷ δύναμιν ἀνειληφόσι πρὸς τὸ ἕπεσθαι καὶ ἀναβαίνοντι αὐτῷ εἰς τὸ ὑφηλὸν ὅρος, θειοτέραν μορφὴν ἔχει· ἢν βλέπουσιν, εἴ τίς ἐστι Πέτρος χωρήσας τὴν τῆς ἐκκλησίας ἐν ἑαυτῷ οἰκοδομὴν ἀπὸ τοῦ λόγου, καὶ τοσαύτην ἔξιν ἀναλαβὼν ὡς μηδεμίαν πύλην ἄδου κατισχύσειν αὐτοῦ, ὑφωθέντος διὰ τὸν λόγον ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλῃ πάσας τὰς αἰνέσεις τοῦ θεοῦ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· καὶ εἴ τινές εἰσιν ἐκ λόγων τὴν γένεσιν λαβόντες μεγαλοφώνων, οἵτινες οὐδὲν ἀποδέουσι νοητῆς βροντῆς.