Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia 17-3
Not analysed yet
17. Ἐὰν δὲ καὶ ἐπὶ τὰ μετά τόν Ἰησοῦν γεγραμμένα ἔλθης βιβλία, εὕροις ἂν τοὺς μὲν ὄχλους τῶν πιστευόντων τῶν παραβολῶν ἀκούοντας, ὡς ἔξω τυγχάνοντας καὶ ἀξίους μόνον τῶν ἐξωτερικῶν λόγων, τοὺς δὲ μαθητὰς κατʼ ἰδίαν τῶν παραβολῶν μανθάνοντας τὰς διηγήσεις· κατʼ ἰδίαν γάρ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν ἅπαντα ὁ Ἰησοῦς, προτιμῶν παρὰ τοὺς ὄχλους τοὺς τῆς σοφίας αὐτοῦ ἐπιδικαζομένους. ἐπαγγέλλεται δὲ τοῖς εἰς αὐτὸν πιστετουσι πέμψαι σοφούς καὶ γραμματεῖς, λέγων· Ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ σταυρώσουσι. καὶ ὁ Παῦλος δʼ ἐν τῷ καταλόγῳ τῶν ὑπὸ τοῦ θεοῦ διδομένων χαρισμάτων πρῶτον ἔταξε τὸν λόγον τῆς σοφίας, καὶ δεύτερον, ὡς ὑποβεβηκότα παρʼ ἐκεῖνον, τὸν λόγον τῆς γνώσεως, τρίτον δέ που καὶ κατωτέρω τὴν πίστιν. καὶ ἐπεὶ τὸν λόγον προετίμα τῶν τεραστίων ἐνεργειῶν, διά τοῦτʼ ἐνεργήματα δυνάμεων καὶ χαρίσματα ἰαμάτων ἐν τῇ κατωτέρω τίθησι χώρᾳ παρὰ τὰ λογικὰ χαρίσματα. μαρτυρεῖ δὲ τῇ Μωσέως πολυμαθείᾳ ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων Στέφανος, πάντως ἀπό τῶν παλαιῶν καὶ μὴ εἰς πολλοὺς ἐφθακότων γραμμάτων λαβών. φησὶ γάρ· Καὶ ἐπαιδεύθη Μωσῆς ἐν πάσῃ σοφίᾳ Aἰγυπτίων. διὰ τοῦτο δὲ καὶ ἐν τοῖς τεραστίοις ὑπενοεῖτο, μήποτε οὐ κατὰ τὴν ἐπαγγελίαν τοῦ θεόθεν ἥκειν ἐποίει αὐτά, ἀλλὰ κατὰ τὰ Αἰγυπτίων μαθήματα, σοφὸς ὢν ἐν αὑτοῖς. τοιαῦτα γὰρ ὑπονοῶν περὶ αὐτοῦ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἐπαοιδοὺς τῶν A ἰγυπτίων καὶ τοὺς σοφιστὰς καὶ τοὺς φαρμακεῖς· οἵτινες ἠλέγχθησαν τὸ οὐδὲν ὄντες ὡς πρὸς τὴν ἐν Μωσῇ σοφίαν ὑπὲρ πᾶσαν Αἰγυπτίων σοφίαν.