Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 17-4
Not analysed yet
17. Ἡμῖν δʼ ὀλίγα πρὸς τὰ προκείμενα ἀπὸ πολλῶν λεκτέον, διελέγχουσι τὴν ἀχάριστον ψευδοδοξίαν πρὸς τὸν πεποιηκότα αὐτόν· ἄνθρωπος γὰρ καὶ Κέλσος ὢν, ἐν τιμῇ ὢν, οὐ συνῆκε· διὸ οὐδὲ παρασυνεβλήθη τοῖς ὄρνισι καὶ τοῖς ἄλλοις ἀλόγοις ζώοις, οἶς νομίζει εἶναι μαντικοῖς· ἀλλʼ ἐκείνοις παραχωρήσας τὰ πρωτεῖα, ὑπὲρ Αἰγυπτίους τοὺς τὰ ἄλογα ζῶα ὡς θεοὺς προσκυνοῦντας ἑαυτὸν ὑπέταξε, τὸ δʼ ὅσον ἐπʼ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος ὡς χεῖρον καὶ ἔλαττον νοοῦν περὶ τοῦ θείου, τοῖς ἀλόγοις ζώοις. προηγουμένως μὲν οὖν ζητείσθω, πότερον ὑπάρχει ἡ δι᾿ ὀρνίθων καὶ τῶν λοιπῶν ζώων πεπιστευμένων εἶναι μαντικῶν μαντικὴ, ἢ μή ὑπάρχει. καὶ γὰρ οὐκ εὐκαταφρόνητός ἐστιν εἰς ἑκάτερα ἐπιχειρούμενος ὀ λόγος· ὅπου μὲν δυσωπῶν μὴ παραδέξασθαι τὸ τοιοῦτον, ἵνα μὴ τὸ λογικὸν ἀντὶ τῶν δαιμονίων χρηστηρίων ὄρνισι χρήσηται, καταλιπὸν ἐκεῖνα· ὅπου δὲ διὰ μαρτυρουμένης ὑπὸ πολλῶν ἐναργείας παριστὰς, ὅτι πολλοὶ ἀπὸ μεγίστων διεσώθησαν κινδύνων, πεισθέντες τῇ διʼ ὀρνίθων μαντικῇ. ἐπὶ δὲ τοῦ παρόντος δεδόσθω ὑπαρκτὸν εἶναι τὴν οἰωνιστικήν· ἴνα καὶ οὕτω δείξω τοῖς προκαταληφθεῖσιν, ὅτι καὶ τούτου διδομένου πολλή ἐστιν ἡ τοῦ ἀνθρώπου παρὰ τὰ ἄλογα ζῶα καὶ παρʼ αὐτὰ τὰ μαντικὰ ὑπεροχὴ, καὶ οὐδαμῶς πρὸς ἐκεῖνα συγκριτή. λεκτέον οὖν ὅτι, εἶπερ τις θεία φύσις ἠν ἐν αὐτοῖς τῶν μελλόντων προγνωστικὴ, καὶ ἐπὶ τοσοῦτον πλουσία ὡς ἐκ περιουσίας καὶ τῷ βουλομένῳ τῶν ἀνθρώπων δηλοῦν τὰ ἐσόμενα· δηλονότι πολὺ πρότερον τὰ περὶ ἑαυτῶν ἐγίνωσκον· γινώσκοντα δὲ τὰ περὶ ἑαυτῶν ἐφυλάξατο ἂν ἀναπτῆναι κατὰ τοῦδε τοῦ τόπου, ἐφʼ οὗ παγίδας καὶ δίκτυα ἄνθρωποι ἔστησαν κατʼ αὐτῶν, ἢ τοξόται σκοπῷ χρώμενοι τοῖς ἱπταμένοις βέλη ἐπʼ αὐτὰ ἀπέλυον. πάντως δʼ ἂν καὶ προγιγνώσκοντες ἀετοὶ τὴν κατὰ τῶν νεοσσῶν ἐπιβουλὴν, εἶτε τῶν ἀναβαινόντων πρὸς αὐτοὺς ὄφεων καὶ διαφθειρόντων αὐτοὺς, εἶτε καί τινων ἀνθρώπων εἴτʼ εἰς παιδιὰν εἴτε καὶ εἰς ἄλλην τινὰ χρείαν καὶ θεραπείαν λαμβανόντων αὑτοὺς, οὐκ ἂν ἐνόσσευσαν ἔνθα ἔμελλον ἐπιβουλεύεσθαι· καὶ ἀπαξαπλῶς οὐκ ἄν ποτε τῶν ζώων τι τούτων ἁλωτὸν ἀνθρώποις ἦν, ὡς ἀνθρώπων θειότερον καὶ σοφώτερον.