Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 16-4
Not analysed yet
16. Ἐχρῆν οὖν τὸν Κέλσον, διὰ τῶν προκειμένων βουλόμενον θειότερα καὶ σοφώτερα ἀποδεῖξαι τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων, κατασκευάσαι διὰ πλειόνων ὡς ὑπάρχουσαν τὴν τοιονδὶ μαντικήν· καὶ τὴν ἀπολογίαν μετὰ τοῦτʼ ἐναργεστέρως ἀποδεῖξαι· καὶ ἀποδεικτικῶς ἀποδοκιμάσαι μὲν τοὺς λόγους τῶν ἀναιρούντων τὰς τοιασδὶ μαντείας· ἀποδεικτικῶς δʼ ἀνατρέψαι καὶ τοὺς λόγους τῶν εἰπόντων ἀπὸ δαιμόνων ἢ θεῶν γίνεσθαι τὰς κινήσεις τοῖς ζώοις πρὸς τὸ μαντεύσασθαι· καὶ μετά ταῦτα κατασκευάσαι περὶ τῆς τῶν ἀλόγων ζώων ψυχῆς ὡς θειοτέρας. οὕτω γὰρ ἄν πρὸς τὰ πιθανὰ αὐτοῦ ἐπιδειξαμένου φιλόσοφον περὶ τῶν τηλικούτων ἔξιν κατὰ τὸ δυνατὸν ἡμῖν ἐνέστημεν· ἀνατρέποντες μὲν τό ὅτι σοφώτερα τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων· ψευδοποιοῦντες δὲ καὶ ὅτι ἐννοίας ἔχει τοῦ θείου ἱερωτέρας ἡμῶν, καὶ ὅτι ὁμιλίας ἔχει πρὸς ἄλληλα ἱεράς τινας. νυνὶ δʼ ὁ ἐγκαλῶν ἡμῖν, ὅτι πιστεύομεν τῷ ἐπὶ πᾶσι θεῷ, ἀξιοῖ ἡμᾶς πιστεύειν ὅτι αἱ ψυχαὶ τῶν ὀρνίθων θειοτέρας ἔχουσιν ἐννοίας καὶ τρανοτέρας ἀνθρώπων. ὅπερ εἰ ἀληθές ἐστιν, ὀρνιθες μᾶλλον τρανοτέρας Κέλσου ἔχουσι περὶ θεοῦ ἐννοίας. καὶ οὐ θαυμαστόν εἰ Κέλσου, τοῦ ἐπὶ τοσοῦτον τὸν ἄνθρωπον ἐξευτελίζοντος. ἀλλὰ γὰρ ὅσον ἐπὶ Κέλσῳ οἱ ὄρνιθες μείζονας καὶ θειοτέρας ἔχουσιν ἐννοίας, οὐ λέγω ἡμῶν χριστιανῶν ἢ τῶν ταῖς αὐταῖς ἡμῖν γραφαῖς χρω μένων Ἰουδαίων, ἀλλὰ γὰρ καὶ τῶν παρʼἝλλησι θεολόγων· ἀνθρωποι γὰρ ἦσαν. μᾶλλον οὖυ κατὰ Κέλσον κατείληφε τὴν τοῦ θείου φύσιν τὸ τῶν δῆθεν μαντικῶν ὀρνίθων γένος, ἢ Φερεκύδης καὶ Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων. καὶ ἐχρῆν γε ἡμᾶς πρὸς τοὺς ὄρνιθας φοιτᾶν διδασκάλους· ἵνʼ, ὥσπερ κατὰ τὴν Κέλσου ὑπόληψιν διδάσκουσιν ἡμᾶς μαντικῶς τὰ ἐσόμενα, οὕτω καὶ τοῦ ἀμφιβάλλειν περὶ τοῦ θείου ἀπαλλάξωσι τοὺς ἀνθρώπους, ἣν κατειλήφασι τρανὴν περὶ αὐτοῦ ἔννοιαν παραδιδόντες. Κέλσῳ μὲν οὖν ἀκολουθεῖ, τῷ διαφέρειν ἡγουμένῳ τῶν ἀνθρώπων τοὺς ὄρνιθας, διδασκάλοις αὐτὸν χρᾶσθαι ὄρνισι καὶ μηδενὶ οὕτως τῶν φιλοσοφησάντων παρʼ Ἕλλησιν.