Ancient Greek · ~11 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 19-2
Not analysed yet
19. Καὶ τὰ ἴμάτια δὲ αὐτοῦ κάτω ἄλλα ἐστὶν, οὔκ ἔστι λευκὰ, οὐκ ἔστιν ὡς τὸ φῶς· ἐὰν ἀναβῇς εἰς τὸ ὅρος τὸ ὑφηλὸν, ὄψει αὐτοῦ φῶς καὶ τὰ ἱμάτια. τὰ ἴμάτια τοῦ λόγου αἱ λέξεις εἰσὶ τῆς γραφῆς· ἔνδυμα τῶν θείων νοημάτων τὰ ῥήματά ἐστι ταῦτα. ὡς οὖν αὐτὸς κάτω ἀλλοῖος φαίνεται, καὶ ἀναβὰς μεταμορφοῦται, καὶ γίνεται τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, οὕτω καὶ τὰ ἐνδύματα αὐτοῦ, οὕτω καὶ τὰ ἴμάτια· ὅταν δὲ ἦς κάτω, οὐκ ἔστι λαμπρὰ, οὐκ ἔστι λευκά ἐὰν δὲ ἀναβῇς, ὄφει τὸ κάλλος καὶ τὸ φῶς τῶν ἱματίων, καὶ τὸ πρόσωπον θαυμάσεις τοῦ Ἰησοῦ μεταμορφωθέν. ὅρα δὲ εἰ μὴ ὅμοιόν ἐστι καὶ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος μαθεῖν. τὰ μὲν γὰρ περὶ τῆς γενέσεως αὐτοῦ, γενεαλογουμένου ἐξ Ἀβραὰμ καὶ γεννωμένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα, Βίβλος ἐστὶ γενέσεως Ἰησοῦ Χριστοῦ· τὰ δὲ θειότερα καὶ μείζονα τῶν περὶ αὐτοῦ λεχθησομένων ἄν καὶ ὑπʼ αὑτοῦ ἀπαγγελλομένων φησὶν ὁ Ἰωάννης ὥς ἄρα Οὐδὲ τὸν κόσμον οἶμαι χωρεῖν τὰ γραφόμενα βιβλία. τό γὰρ μὴ χωρεῖν τὸν κόσμον τὰ γραφόμενα βιβλία οὐ διὰ τὸ πλῆθος τῶν γραμμάτων, ὥς τινες, ἐκδεκτέον, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων· τοῦ μεγέθους τῶν πραγμάτων οὐ μόνον οὐ δυναμένου γράφεσθαι, ἀλλʼ οὐδὲ διά γλώσσης σαρκίνης ἀπαγγέλλεσθαι, οὐδὲ ἐν διαλέκτοις καὶ φωναῖς ἀνθρωπίναις σημαίνεσθαι. ὅθεν καὶ Παῦλος, ἐπὰν μανθάνειν μέλλῃ τὰ θειότερα, ἔξω τοῦ καθʼ ἡμᾶς περιγείου κόσμου γίνεται καὶ εἰς τρίτον οὐρανὸν ἁρπάζεται, ἴνα τὰ ἐκεῖθεν ἄρρητα ῥήματα ἀκοῦσαι δυνηθῇ. τὰ γὰρ ἐνθάδε λαλούμενα καὶ λόγος εἶναι θεοῦ νομιζόμςνα, τοῦ λόγου σαρκωθέντος, καὶ καθʼ ὃ θεός ἐστι πρὸς τὸν θεὸν ἑαυτὸν κενοῦντος, ἀπαγγέλλεται. διόπερ τὸν τοῦ θεο λόγον ἐπὶ γῆς, ἐπεὶ ἄνθρωπος γέγονε, ἀνθρώπινον βλέπομεν· ἀεὶ γὰρ ἐν ταῖς γραφαῖς ὁ λόγος σὰρξ ἐγένετο, ἴνα κατασκηνώσῃ ἐν ἡμῖν· ἀλλʼ, ἐὰν εἰς τὸ στῆθος τοῦ σαρκωθέντος λόγου ἀνακλιθῶμεν καὶ ἀνιόντι αὐτῷ εἰς τὸ ὑφηλὸν ὅρος ἀκολουθῆσαι δυνηθῶμεν, ἐροῦμεν τό. Εἴδομεν τὴν δόξαν αὐτοῦ· τάχα μέν τινων καὶ ἑτέρων παρά τοὺς ἀνακλιθέντας ἐπὶ τοῦ στήθους αὐτοῦ καὶ ἀκολουθήσαντας αὐτῷ εἰς τὸ ὅρος τὸ ὑφηλὸν λεξόντων τό. Εἴδομεν τὴν δόξαν αὐτοῦ· οὐκέτι δὲ προσθησόντων τό· Δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας· Ἰωάννῃ γὰρ καὶ τοῖς ὁμοίοις πρέπουσα αὕτη ἡ φωνή. καὶ καθʼ ἑτέραν δὲ ὑφηλοτέραν διήγησιν οἱ δυνηθέντες τοῖς ἴχνεσιν Ἰησοῦ κατακολουθεῖν ἀναβαίνοντος καὶ μεταμορφουμένου ἀπὸ τῆς ἐπὶ γῆς ὄψεως, ὅψονται αὐτοῦ τὴν μεταμόρφωσιν καθʼ ἑκάστην γραφήν· οἱονεὶ τοῦ μὲν τοῖς πολλοῖς φαινομένου Ἰησοῦ τῆς προχείρου λέξεως ὄντος· τοῦ δὲ εἰς ὅρος ὑφηλὸν ἀνιόντος καὶ μεταμορφουμένου, σφόδρα ὀλίγοις τῶν μαθητῶν καὶ τοῖς ἀκολουθῆσαι εἰς τὰ ὑφηλὰ δεδυνημένοις, τοῦ ἀνωτάτου καὶ ὑφηλοτάτου νοῦ περιέχοντος λόγια τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν τῶν δικαίων αὐτοῦ.