Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 19-4
Not analysed yet
19. Κατὰ δὲ ἡμᾶς δαίμονές τινες φαῦλοι καὶ (ἴνʼ οὕτως ὀνομάσω) τιτανικοὶ ἢ γιγάντιοι, ἀσεβεῖς πρὸς τὸ ἀληθῶς θεῖον καὶ τοὺς ἐν οὐρανῷ ἀγγέλους γεγινημένοι, καὶ πεσόντες ἐξ οὐρανοῦ καὶ περὶ τὰ παχύτερα τῶν σωμάτων καὶ ἀκάθαρτα ἐπὶ γῆς καλινδούμενοι· ἔχοντές τι περὶ τῶν μελλόντων διορατικὸν, ἄτε γυμνοὶ τῶν γηΐνων σωμάτων τυγχάνοντες, καὶ περὶ τὸ τοιοῦτον ἔργον καταγινόμενοι, βουλόμενοι ἀπάγειν τοῦ ἀληθινοῦ θεοῦ τὸ τῶν ἀνθρώπων γένος, ὑποδύονται τῶν ζώων τὰ ἁρπακτικώτερα καὶ ἀγριώτερα καὶ ἄλλα πανουργότερα, καὶ κινοῦσιν αὑτὰ πρὸς ὃ βούλονται, ὅτε βούλονται· ἢ τὰς φαντασίας τῶν τοιωνδὶ ζώων τρέπουσιν ἐπὶ πτήσεις καὶ κινήσεις τοιάσδε· ἵνʼ ἀνθρωποι, διὰ τῆς ἐν τοῖς ἀλόγοις ζώοις ἁλισκόμενοι μαντικῆς, θεὸν μὲν τὸν περιέχοντα τὰ ὅλα μὴ ζητῶσι μηδὲ τὴν καθαρὰν θεοσέβειαν ἐξετάζωσι, πέσωσι δὲ τῷ λογισμῷ ἐπὶ τὴν γῆν καὶ τοὺς ὄρνεις καὶ τοὺς δράκοντας, ἔτι δʼ ἀλώπεκας καὶ λύκους. καὶ γὰρ παρατετήρηται τοῖς περὶ ταῦτα δεινοῖς, ὅτι αἱ ἐναργέστεραι προγνώσεις διὰ τῶν τοιούτων ζώων γίγνονται· ἄτε μὴ δυναμένων τῶν δαιμόνων ἐν τοῖς ἡμερωτέροις τῶν ζώων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας, καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζώων, ἐνεργῆσαι τάδε τὰ ζῶα.