Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 20-4
Not analysed yet
20. Ὄθεν εἴπερ ἄλλο τι Μωσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος εἶναι ἀποφανοῦμαι ἄξιον, ὅτι φύσεις κατανοήσας ζώων διαφόρους, καὶ εἴτʼ ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζώῳ συγγενῶν δαιμόνων, εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρών, ἐν τῇ περὶ ζώων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρʼ Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικὰ, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα. καὶ ἐν ἀκαθάρτοις παρὰ Μωσῇ ἐστὶ λύκος καὶ ἀλώπηξ καὶ δράκων, ἀετός τε καὶ ἱέραξ, καὶ τὰ ὅμοια τούτοις. καὶ ὡς ἐπίπαν οὐ μόνον ἐν τῷ νόμῳ ἀλλὰ καὶ ἐν τοῖς προφήταις εὕροις ἂν ταῦτα τὰ ξῶα εἰς παράδειγμα τῶν κακίστων παραλαμβανόμενα, οὐδέ ποτε δὲ εἰς χρηστὸν πρᾶγμα ὀνομαζόμενον λύκον ἢ ἀλώπεκα. ἔοικεν οὖν τις εἶναι ἑκάστῳ δαιμόνων εἴδει κοινωνία πρὸς ἕκαστον εἶδος ζώων. καὶ ὥσπερ ἐν ἀνθριποις ἄνθρωποι ἀνθρώπων ἰσχυρότεροί τινές εἰσιν, οὐ πάντως διὰ τὸ ἦθος· τὸν αὐτὸν τρόπον δαίμονες δαιμόνων εἶεν ἄν ἐν μέσοις δυνατώτεροι· καὶ οἵδε μὲν τοῖσδε τοῖς ζώοις χρώμενοι εἰς ἀπάτην τῶν ἀνθρώπων, κατὰ τὸ βούλημα τοῦ καλουμένου ἐν τοῖς λόγοις ἡμῶν ἄρχοντος τοῦ αἰῶνος τούτου, ἕτεροι δὲ δι᾿ ἄλλου εἴδους προδηλοῦντες. καὶ ὅρα ἐφʼ ὅσον εἰσὶν οἱ δαίμονες μιαροὶ, ὡς καὶ γαλᾶς ὑπό τινων παραλαμβάνεσθαι πρὸς τὸ δηλοῦν τὰ μέλλοντα. καὶ σὺ δὲ παρὰ σαυτῷ κρῖνον ὁπότερόν ἐστι βέλτιον παραδέξασθαι, ὅτι ὁ ἐπὶ πᾶσι θεὸς καὶ ὁ τούτου υἱὸς κινοῦσι τοὺς ὄρνιθας καὶ τὰ λοιπὰ ζῶα εἰς μαντικὴν, ἢ οἱ κινοῦντες τὰ τοιαδὶ τῶν ζώων, καὶ οὐκ ἀνθρώπους παρόντων ἀνθρώπων, δαίμονές εἰσι φαῦλοι καὶ, ὡς ὀνόμασε τὰ ἱερὰ τμῶν γράμτ ματα, ἀκάθαρτοι.