Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 19-5
Not analysed yet
19. Πρός τούτοις ἦν· Τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστί. καί φασί τινες· Εἰ ἀπὸ τοῦ θεοῖ τὸ θέλειν καὶ ἀπὸ τοῦ θεοῦ τὸ ἐνεργεῖν, κἂν κακῶς θέλωμεν κἂν κακῶς ἐνεργῶμεν ἀπὸ τοῦ θεοῦ ταῦθʼ ἡμῖν ὑπῆρξεν· εἰ δὲ τοῦτο, οὐκ ἐσμὲν αὐτεξούσιοι. πάλιν τε αὖ κρείττονα θέλοντες καὶ τὰ διαφέροντα ἐνεργοῦντες, ἐπεὶ ἀπὸ θεοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστὶν, οὐχ ἡμεῖς τὰ διαφέροντα πεποιήκαμεν, ἀλλʼ ἡμεῖς μὲν ἐδόξαμεν, ὁ δὲ θεὸς ταῦτα ἐδωρήσατο· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἐσμὲν αὐτεξούσιοι. καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι ἡ τοῦ ἀποστόλου λέξις οὐ φησι τὸ θέλειν τὰ κακὰ ἐκ θεοῦ εἶναι ἢ τὸ θέλειν τὰ ἀγαθὰ ἐκ θεοῦ εἶναι, ὁμοίως τε τὸ ἐνεργεῖν τὰ κρείττονα καὶ τὰ χείρονα· ἀλλὰ τὸ καθὸλου θέλειν καὶ τὸ καθόλου τρέχειν. ὡς γὰρ ἀπὸ θεοῦ ἔχομεν τὸ εἶναι ζῶα καὶ τὸ εἶναι ἄνθρωποί, οὗτω καὶ τὸ καθὸλου θέλειν, ὡς εἰ ἔλεγον, καὶ τὸ καθόλου κινεῖσθαι. ὥσπερ δὲ ἔχοντες τῷ ζῶα εἶναι τό κινεῖσθαι καὶ φέρʼ εἰπεῖν τάδε τά μέλη κινεῖν, χεῖρας ἢ πόδας, οὐκ ἄν εὐλόγως λέγοιμεν ἔχειν ἀπὸ θεοῦ τὸ εἰδικὸν τόδε, τὸ κινεῖσθαι πρὸς τὸ τύπτειν ἢ ἀναιρεῖν ἢ ἀφαιρεῖσθαι τὰ λλότρια· ἀλλὰ τὸ μὲν γενικόν, τὸ κινεῖσθαι, ἐλάβομεν ἀπὸ τοῦ θεοῦ, ἡμεῖς δὲ χρώμεθα τῷ κινεῖσθαι ἐπὶ τὰ χείρονα ἢ ἐπὶ τὰ βελτίονα· οὕτω τὸ μὲν ἐνεργεῖν, ἦ ζῶά ἐσμεν, εἰλήφαμεν ἀπὸ τοῦ θεοῦ, καὶ τὸ θέλειν ἐλάβομεν ἀπὸ τοῦ δημιουργοῦ· τμεῖς δὲ τῷ θέλειν ἢ ἐπὶ τοῖς καλλίστοις ἢ ἐπὶ τοῖς ἐναντίοις χρώμεθα, ὁμοίως καὶ τῷ ἐνεργεῖν.