Ancient Greek · ~12 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 20.1
Not analysed yet
20. Ἔτι πρὸς τὸ μὴ ἡμᾶς εἶναι αὐτεξουσίους δόξει τό ἀποστολικόν ῥητὸν περισπᾷν, ἔνθα ἑαυτῷ ἀνθυποφέρων φησίν· Ἄρʼ οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς μοι οὖν· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεύς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ἐρεῖ γάρ τις· εἰ, ὡς ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ ἃ μὲν εἰς τιμὴν ἄ δὲ εἰς ἀτιμίαν σκεύη, οὕτως ὁ θεὸς ἃ μὲν εἰς σωτηρίαν ἃ δὲ εἰς ἀπώλειαν· οὐ παρʼ ἡμᾶς τὸ σώζεσθαι ἢ ἀπόλλυσθαι γίνεται, οὐδέ ἐσμεν αὐτεξούσιοι. λεκτέον δὲ πρὸς τὸν τούτοις οὗτω χρώμενον· εἰ δύναται περὶ τοῦ ἀποστόλου νοεῖν ὡς μαχόμενα ἑαυτῷ λέγοντος; οὐχ ἡγοῦμαι δὲ ὅτι τολμήσει τις τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἐναντία ἑαυτῷ φθέγγεται ὁ ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται μεμφόμενος τὸν ἐν Κορίνθῳ πεπορνευκότα, ἢ τοὺς παραπεπτωκότας καὶ μὴ μετανοήσαντας ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκρασία ἧ ἔπραξαν; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ, ὥσπερ τὸν Ὀνησιφόρου οἶκον, λέγων· Δῴη ὀ κύριος ἔλεος τῷ Ὀνησιφόρου οἵκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπαισχύνθη· ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν· δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ; οὐ κατά τὸν αὐτόν δὴ ἀπόστολόν ἐστι ψέγειν ὡς ἅξιον μέμψεως τὸν ἡμαρτηκότα καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν εὖ πεποιηκότα, πάλιν δʼ αὖ ὡς μηδενὸς ὄντος ἐφʼ ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι τὸ μὲν εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν; πῶς δὲ καὶ τό· Τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἴνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν εἴτε φαῦλον· ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας ἐπὶ τοῦτο πράξεως ἐληλυθότων, καὶ τῶν κατʼ ἀρετήν βιωσάντων τῷ ἀρχῆθεν αὐτούς ἐπὶ τούτῳ κατεσκευάσθαι καὶ σκεύη τιμῆς γεγονέναι τὸ καλὸν πεποιηκότων; ἔτι δὲ πῶς οὐ μάχεται τῷ, ὡς ὑπολαμβάνουσιν ἐξ ὧν παρεθέμεθα ῥητῶν, παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ ἔντιμον ἢ ἄτιμον εἶναι σκεῦος τὸ ἀλλαχοῦ λεγόμενον· Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν ἃ δὲ εἰς ἀτιμίαν· ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον; εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται σκεῦος εἰς τιμὴν, ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν περιϊδὼν σκεῦος εἰς ἀτιμίαν, ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν οὐδαμῶς αἴτιος ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργός σκεύη τιμῆς καὶ σκεύη ἀτιμίας οὐκ ἀρχῆθεν κατὰ τὴν πρόγνωσιν, ἐπεὶ μὴ κατʼ αὐτὴν προκατακρίνει ἢ προδικαιοῖ, ἀλλὰ σκεύη τιμῆς τοὺς ἐκκαθάραντας ἑαυτοὺς καὶ σκεύη ἀτιμίας τοὺς ἀπερικαθάρτους ἑαυτοὺς περιϊδόντας· ὥστε ἐκ πρεσβυτέρων αἰτίων τῆς κατασκευῆς τῶν εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκευῶν γίνεσθαι ὃν μὲν εἰς τιμὴν ὃν δὲ εἰς ἀτιμίαν.