Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVI.
Origen, Philocalia 2-12
Not analysed yet
2. Εἰ δὲ ταῦτʼ ἔχει ἀκολουθίαν, πῶς οὐχὶ ὁμοίως ἀπολογησόμεθα καὶ περὶ τῶν ἐν χριστιανοῖς αἱρέσεων; περὶ ὧν πάνυ θαυμασίως ὁ Παῦλος εἰρηκέναι μοι δοκεῖ τό· Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἴνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. ὡς γὰρ δόκιμος ἐν ἰατρικῇ ὁ διά τὸ γυμνάσασθαι ἐν ποικίλαις αἱρέσεσι καὶ εὐγνωμόνως ἐξητακέναι τὰς πλείονας ἑλόμενος τὴν διαφέρουσαν· καὶ ὡς ὁ πάνυ προκόπτων ἐν φιλοσοφίᾳ ἀπὸ τοῦ τά πλείονα ἐγνωκέναι ἐγγυμνασάμενος αὐτοῖς καὶ τῷ κρατήσαντι προσθέμενος λόγῳ· οὕτως εἴποιμʼ ἄν καὶ τὸν ἐπιμελῶς ἐνιδόντα ταῖς ἰουδαῖσμοῦ καὶ χριστιανισμοῦ αἱρέσεσι σοφώτατον χριστιανὸν γενέσθαι. ὁ δʼ ἐγκαλῶν τῷ λόγῳ διά τὰς αἱρέσεις ἐγκαλέσαι ἄν καὶ τῇ Σωκράτους διδασκαλίᾳ, ἀφʼ οὐ τῆς διατριβῆς πολλαὶ γεγόνασιν οὐ τὰ αὐτὰ φρονούντων σχολαί· ἀλλὰ καὶ τοῖς Πλάτωνος ἐγκαλέσαι ἄν τις δόγμασι δἰ Ἀριστοτέλην, ἀποφοιτήσαντα τῆς διατριβῆς αὐτοῦ ἐν καινοτομίαις· περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν. δοκεῖ δέ μοι ὁ Κέλσος ἐγνωκέναι τινὰς αἱρέσεις μηδὲ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κοινωνούσας ἡμῖν. τάχα γὰρ περιήχητο περὶ τῶν καλουμένων Ὀφιανῶν, καὶ τῶν Καιανῶν, καὶ εἴ τις ἄλλη τοιαύτη ἐξ ὅλων ἀποφοιτήσασα τοῦ Ἰησοῦ συνέστη γνώμη. πλὴν οὐδὲν τοῦτο πρὸς τὸ ἐγκλητέον εἶναι τὸν χριστιανῶν λόγον.