Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVI.
Origen, Philocalia 3-7
Not analysed yet
3. Ἔστωσαν γὰρ ἐν ἡμῖν οἱ μὴ τὸν αὐτὸν λέγοντες τῷ Ἰουδαίων θεῷ θεόν· ἀλλʼ οὔ τί γε παρὰ τοῦτο κατηγορητέοι οἱ ἀπὸ τῶν αὐτῶν γραμμάτων ἀποδεικνύντες ὅτι εἶς καὶ ὁ αὐτὸς θεὸς Ἰουδαίων ἐστὶ καὶ ἐθνῶν· ὡς καὶ τὸν Παῦλον λέγειν σαφῶς, ἀπὸ Ἀουδαίων προσελθόντα χριστιανισμῷ· Χάριν ἔχω τῷ θεῷ μου, ᾦ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους οἶμαι δʼ αὐτὸν λέγειν τοὺς ἀπὸ Οὐαλεντίνου· καὶ τί τοῦτο πρὸς ἡμᾶς τοὺς ἀπὸ τῆς ἐκκλησίας, κατηγοροῦντας τῶν εἰσαγόντων φύσεις ἐκ κατασκευῆς σωζομένας ἢ ἐκ κατασκευῆς ἀπολλυμένας; ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνωστικοὶ, ἀνάλογον τοῖς ἑαυτοὺς ἀναγορεύουσι φιλοσόφους Τπικουρείοις· ἀλλʼ οὔτε οἱ τὴν πρόνοιαν ἀναιροῦντες φιλόσοφοι εἶεν ἄν ἀληθῶς, οὗτε οἱ τὰ ἀλλόκοτα ἀναπλάσματα καὶ μή ἀρέσκοντα τοῖς τῆς ἀπὸ τοῦ Ἰησοῦ διαδοχῆς ἐπεισαγαγόντες εἶεν ἄν χριστιανοί.