Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia 20-3
Not analysed yet
20. Ψεῦδος δὲ καὶ τὸ ‘μόνους ἠλιθίους καὶ ἀγεννεῖς καὶ ἀναισθήτους καὶ ἀνδράποδα καὶ γύναια καὶ παιδάρια πείθειν ἐθέλειν τοὺς διδάσκοντας τὸν θεῖον λόγον· καὶ τούτους μὲν γὰρ καλεῖ ὁ λόγος, ἵνα αὐτοὺς βελτιώσῃ· καλεῖ δὲ καὶ τοὺς πολλῷ τούτων διαφέροντας· ἐπεὶ σωτἤρ ἐστι πάντων ἀνθρώπων ὁ χριστὸς, καὶ μάλιστα πιστῶν, εἶτε συνετῶν εἶτε καὶ ἁπλουστέρων· καὶ ἱλασμός ἐστι πρὸς τὸν πατέρα περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ μόνον δὲ περὶ τῶν ἡμετέρων ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. περισσόν οὖν τὸ θέλειν μετὰ ταῦτα ἀπολογήσασθαι ἡμᾶς πρὸς τὰς Κέλσου λέξεις οὔτως ἐχούσας· ‘Τί γάρ ἐστιν ἄλλως κακὸν τὸ πεπαιδεῦσθαι, καὶ λόγων τῶν ἀρίστων ἐπιμεμελῆσθαι, καὶ φρόνιμον εἶναί τε καὶ δοκεῖν; τί δὲ κωλύει τοῦτο πρὸς τὸ γνῶναι θεόν; τί δʼ οὐχὶ προὔργου μᾶλλον, καὶ δι᾿ οὖ μᾶλλόν τις ἄν ἐφικέσθαι δύναιτο ἀληθείας; ʼ τὸ μὲν οὖν ἀληθῶς πεπαιδεῦσθαι οὐ κακόν· ὀδὸς γὰσ ἐπʼ ἀρετήν ἐστιν παίδευσις. τὸ μέντοι γε ἐν πεπαιδευμένοις ἀριθμεῖν τοὺς ἐσφαλμένα δόγματα ἔχοντας, οὐδʼ αἱ Ἐλλήνων σοφοὶ φήσουσι. καὶ κατὰ τὸν ἡέτερου δὲ λόγον οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη· πονηρίας δὲ, ἵνʼ οὕτως ὀνομάσω, ἐπιστήμη ἐστὶν ἐν τοῖς ψευδοδοξοῦσι καὶ ὑπὸ σοφισμάτων ἠπατημένοις. διὰ τοῦτο ἀμαθίαν εἴποιμι μᾶλλον σοφίαν ἐν τοῖς τοιούτοις. πάλιν τʼ σὖ τίς οὐκ ἄν ὁμολογήσαι ὅτι λόγων τῶν ἀρίστων ἐπιμεμελῆσθαι ἀγαθόν ἐστιν; ἀλλὰ τίνας ἐροῦμεν τοὺς ἀρίστους λόγους ἢ τοὺς ἀληθεῖς καὶ ἐπʼ ἀρετήν παρακαλοῦντας; ἀλλά καὶ τὸ φρόνιμον εἶναι καλόν ἐστιν· οὐκέτι δὲ τὸ δοκεῖν, ὅπερ εἶπεν ὁ Κέλσος. καὶ οὐ κωλύει γε πρὸς τὸ γνῶναι θεὸν, ἀλλὰ καὶ συνεργεῖ τὸ πεπαιδεῦσθαι καὶ λόγων ἀρίστων ἐπιμεμελῆσθαι καὶ φρόνιμον εἶναι. καὶ ἡμῖν μᾶλλον πρέπει τοῦτο λέγειν ἢ Κέλσῳ· καὶ μάλιστα ἐὰν Ἐπικούρειος ὢν ἐλέγχηται.