Ancient Greek
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia 21-2
Not analysed yet
21. Ἴδωμεν δʼ αὐτοῦ καὶ τὰ ἐξῆς οὕτως ἔχοντα· ‘Ἀλλʼ ὁρῶμεν δήπου καὶ τοὺς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένους καὶ ἀγείροντας, εἰς μὲν φρονίμαν ἀνδρῶν σύλλογον οὐκ ἄν ποτε παρελθόντας, οὐδʼ ἐν τού τοις τὰ ἑαυτῶν κατατολμήσαντας ἐπιδεικνύειν· ἔνθα δʼ ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων ὄχλον καὶ ἀνοήτων ἀνθρώπων ὅμιλον, ἐνταῦθα ὠθουμένους τε καὶ καλλωπιζομένους. ᾿ὅρα δὴ καὶ ἐν τούτοις τίνα τρόπον ἡμᾶς συκοφαντεῖ, ἐξομοιῶν τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις καὶ ἀγείρουσι. ποῖα δὴ ἐπιρρητότατα ἐπιδεικνύμεθα; ἢ τί τούτοις παραπλήσιον πράττομεν, οἱ καὶ διʼ ἀναγνωσμάτων καὶ διὰ τῶν εἰς τὰ ἀναγνώσματα διηγήσεων προτρέποντες μὲν ἐπὶ τὴν εἰς τὸν θεὸν τῶν ὅλων εὐσέβειαν καὶ τὰς συνθρόνους ταύτης ἀρετάς, ἀποτρέποντες δʼ ἀπὸ τοῦ καταφρονεῖν τοῦ θείου καὶ πάντων τῶν παρὰ τὸν ὀρθὸν λόγον πραττομένων; καὶ οἱ φιλόσοφοί γʼ ἄν εὔξαιντο ἀγείρειν τοσούτους ἀκροατὰς λόγων ἐπὶ τὸ καλὸν παρακαλούντων. ὅπερ πεποιήκασι μάλιστα τῶν Κυνικῶν τινὲς, δημοσίᾳ πρὸς τοὺς παρατυγχάνοντας διαλεγόμενοι. ἀρʼ οὖν καὶ τούτους, μὴ συναθροίζοντας μὲν τοὺς νομιζομένους πεπαιδεῦσθαι, καλοῦντας δʼ ἀπὸ τῆς τριόδου καὶ συνάγοντας ἀκροατὰς, φήσουσι παραπλησίους εἶναι τοῖς ἐν ταῖς ἀγοραῖς τὰ ἐπιρρητότατα ἐπιδεικνυμένοις καὶ ἀγείρουσιν; ἀλλʼ οὔτε Κέλσος οὔτε τις τῶν τὰ αὐτά φρονούντων ἐγκαλοῦσι τοῖς κατὰ τὸ φαινόμενον αὐτοῖς φιλάνθρωπον κινοῦσι λόγους καὶ πρὸς τοὺς ἰδιωτικοὺς δήμους.