Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 21-4
Not analysed yet
21. Εἰ δὲ ἅπαξ προσιέμεθα εἶναί τινας πρεσβυτέρας αἰτίας τοῦ σκεύους τῆς τιμῆς καὶ τοῦ σκεύους τῆς ἀτιμίας, τί ἀτόπου ἀνελθόντας εἰς τὸν περὶ ψυχῆς τόπον U+003CνοεῖνπU+003E πρεσβύτερα αἴτια τοῦ τὸν Ἰακὼβ ἠγαπῆσθαι καὶ τὸν Ἠσοῦ μεμισῆσθαι γεγονέναι εἰς τὸν Ἰακώβ πρὸ τῆς ἐνσωματώσεως καὶ εἰς τὸν Ἠσαῦ πρὸ τοῦ εἰς τὴν κοιλίαυ τῆς Ῥεβέκκας γενέσθαι; ἅμα δὲ σαφῶς δηλοῦται ὅτι, ὅσου ἐπὶ τῇ ὑποκειμένῃ φύσει, ὥσπερ εἶς ὑπόκειται τῷ κεραμεῖ πηλὸς ἀφʼ οὗ φυράματος γίνεται εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκεύη, οὕτω μιᾶς φύσεως πάσης ψυχῆς ὑποκειμένης τῷ θεῷ καὶ ἵνʼ οὕτως εἴπω ἑνὸς φυράματος ὄντος τῶν λογικῶν ὑπόστα σέων, πρεσβύτερά τινα σἴιτια πεποίηκε τούσδε μὲν εἶναι εἰς τιμὴν τούσδε δὲ εἰς ἀτιμίαν. εἰ δὲ ἐπιπλήσσει ἡ λέξις τοῦ ἀποστόλου ἡ λέγουσα· Mενοῦνγε, ὧ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; τάχα διδάσκει ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν θεὸν ὡς πιστὸς καὶ εὖ βιοὺς οὐκ ἄν ἀκούσαι· Σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; ὁποῖος ἦν Μωσῆς· Μωσῆς γὰρ ἐλάλει, ὁ δὲ θεὸς αὐτῷ ἀπεκρίνατο φωνῇ· καὶ ὡς ἀποκρίνεται ὀ θεὸς πρός Mωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἀπολωλεκώς ἢ περὶ τούτων οὐ κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν καὶ διὰ τοῦτο λέγων· Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; οὗτος ἂν ἄξιος εἴη τῆς ἐπιπλήξεως τῆς λεγούσης· Mενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;