Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia 21-5
Not analysed yet
21. Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανόυ καὶ τούς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτάς ἀπὸ τῶν τοῦ θεοῦ γραμμάτων ὑπομιμνησκομένας ποιεῖν ἄ ἐνεργοῦσιν· ἀλλʼ ὥσπερ ἄνθρωποι ἀδικοῦντες, οὐ μανθάνοντες προεγνωκέναι τὸν θεὸν τὸ τόνδε τινὰ ἀδικηθήσεσθαι ὑπʼ αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας· οὗτως αἱ ἀντικείμεναι δυνάμεις, τοῦ θεοῦ τήν κακίαν τῶν τὰ μοχθηρὰ βουλομένων ἀνθρόπων καὶ δυναμέων προςγνωκότος, τῇ ἰδία αἰσχίστῃ ἐπιτελοῦσι προαιρέσει. οἱ μέντοι ἱεροὶ ἄγγελοι, τά λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκός ὅτι, ὡς ἀπό νόμου θεοῦ γεγραμμένων τὰ προστάγματα λαμβάνοντες, εταγμένως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτούς θείους ὄντας ἀποκληρωτικῶς καὶ U+003C οὐχU+003E ρισμένως ἔρχεσθαι ἐπὶ τὸ φέρʼ εἰπεῖν χρηματίσαι τι τῷ Ἀβραάμ, καὶ ποιῆσαί τι τῷ Ἰσαἀκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τόν Ἰακὼβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. ἵνα σἶν μὴ ἀποκληρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ θεοῦ· καὶ οὗτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. ὡς προείπομεν δὲ, τμεῖς ἅ ποιοῦμεν, ἦ αἱ ἀντικείμεναι ἐνέργειαι ἅ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδία προαιρέσει ποιοῦμεν· ἀτάκτῳ μὲν, ὅτε ἁμαρτάνομεν· πεπαιδευμένῃ δὲ, οὐκ ἄτερ ἀγγέλων οὐδὲ θείων γραμμάτων οὐδὲ ὑπηρετῶν ἀγίων, ὅτε θεῷ εὐάρεστα πράττομεν.