Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia 24-2
Not analysed yet
24. Ὁμολογοῦμεν δὲ πάντας ἐθέλειν παιδεῦσαι τῷ τοῦ θεοῦ, κἂν μὴ βούληται Κέλσος, λόγῳ, ὥστε καὶ μειρακίοις μεταδιδόναι τῆς ἁρμοζούσης αὐτοῖς προτροπῆς, καὶ οἰκότριψιν ὑποδεικνύναι πῶς ἐλεύθερον ἀναλαβόντες φρόνημα ἐξευγενισθεῖεν ὑπὸ τοῦ λόγου. οἱ δὲ παρʼ ἡμῖν πρεσβεύοντες τὸν χριστιανισμὸν ἱκανῶς φασὶν ὀφειλέται εἶναι Ἕλλησι καὶ βαρβάροις, σοφοῖς καὶ ἀνοήτοις· οὐ γὰρ ἀρνοῦνται τὸ καὶ ἀνοήτων δεῖν τὰς ψυχὰς θεραπεύειν, ἵνʼ, ὅση δύναμις, ἀποτιθέμενοι τὴν ἄγνοιαν ἐπὶ τὸ συνετώτερον σπεύδωσιν, ἀκούοντες καὶ Σολομῶνος λέγοντος· Οἱ δὲ ἄφρονες ἔνθεσθε καρδίαν· καί· Ὄς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ· ἐνδεέσι δὲ φρενῶν παρακελεύομαι λέγουσα ἡ σοφία· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὅν ἐκέρασα ὑμῖν. ἀπολείπετε ἀφροσύνην, ἴνα ζήσητε, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. εἴποιμι δʼ ἄν καὶ ταῦτα διὰ τὰ ἐγκείμενα πρὸς τὸν Κέλσου λόγον· ἆρα οἱ φιλοσοφοῦντες οὐ προκαλοῦνται μειράκια ἐπὶ τὴν ἀκρόασιν; καὶ τοὺς ἀπὸ κακίστου βίου νέους οὐ παρακαλοῦσιν ἐπὶ τὰ βελτίονα; τί δὲ τοὺς οἰκότριβας οὐ βούλονται φιλοσοφεῖν; ἢ καὶ ἡμεῖς μέλλομεν ἐγκαλεῖν φιλοσόφοις οἰκότριβας ἐπʼ ἀρετὴν προτρεψαμένοις, Πυθαγόρᾳ μὲν τὸν Ζάμολξιν, Ζήνωνι δὲ τὸν Περσαῖον, καὶ χθὲς καὶ πρώην τοῖς προτρεφαμένοις Ἐπίκτητον ἐπὶ τὸ φιλοσοφεῖν; ἢ ὑμῖν μὲν, ὦ Ἐλληνες, ἔξεστι μειράκια καὶ οἰκότριβας καὶ ἀνοήτους ἀνθρώπους ἐπὶ φιλοσοφίαν καλεῖν· ἡμεῖς δὲ τοῦτο ποιοῦντες οὐ φιλανθρώπως αὐτό πράττομεν, τῇ ἀπὸ τοῦ λόγου ἰατρικῇ πᾶσαν λογικήν φύσιν θεραπεῦσαι βουλόμενοι καὶ οἰκειῶσαι τῷ δημιουργήσαντι πάντα θεῷ;