Ancient Greek
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia 25-2
Not analysed yet
25. Ὅμοιον δὲ ποιεῖ ἐν τῷ φάσκειν μηδένα φρόνιμον πείθεσθαι τῷ λόγῳ, περισπώμενος ὑπὸ τοῦ πλήθους τῶν προσερχομένων αὐτῷ, τῷ φάσκοντι διὰ τὸ πλῆθος τῶν κατὰ τοὺς νόμους ἀγομένων ἰδιωτῶν ὅτι φρόνιμος οὐδεὶς, φέρʼ εἰπεῖν, Σόλωνι ἢ Λυκούργῳ πείθεται, ἢ Ζαλεύκῳ ἢ τινι τῶν λοιπῶν· καὶ μάλιστα ἐὰν φρόνιμον λαμβάνῃ τὸν κατʼ ἀρετὴν ποιόν. ὡς γὰρ ἐπὶ τούτων, κατὰ τὸ φανὲν αὐτοῖς χρήσιμον, οἱ νομοθέται πεποιήκασι τὸ τοιαύτῃ ἀγωγῇ αὐτοὺς περιβαλεῖν καὶ νόμοις· οὖτω νομοθετῶν ἐν τῷ Ἰησοῦ ὁ θεὸς τοῖς πανταχοῦ ἀνθρώποις, καὶ τοὺς μὴ φρονίμους ἄγει, ὡς οἶόν τέ ἐστιν ἄγεσθαι τοὺς τοιούτους ἐπὶ τὸ βέλτιον. ὅπερ καὶ ὁ Παῦλος εἰδὼς εἶπε· Τὰ μωρὰ α τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἴνα καταισχύνῃ τοὺς σοφούς· σοφοὺς κοινότερου λέγων πάντας τοὺς δοκοῦντας προβεβη- κέναι μὲν ἐν μαθήμασιν ἀποπεπτωκότας δὲ εἰς τὴν ἄθεον πολυθεότητα· ἐπεὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴυ δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.