Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, I.
Origen, Philocalia 3
Not analysed yet
3. Τί δὲ δεῖ λέγειν καὶ ὅτι προεφητεύθη ὁ χριστὸς, τότε ἐκλείψειν τοὺς ἐξ Ἰούδα ἄρχοντας εἰρημένους καὶ ἡγουμένους τῶν μηρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται, δηλονότι βασιλεία, καὶ ἐπιδημήσῃ ἡ τῶν ἐθνῶν προσδοκία; σαφῶς γάρ ἐκ τῆς ἱστορίας δῆλον, καὶ ἐκ τῶν σήμερον ὁρωμένων, ὅτι ἀπὸ τῶν χρόνων Ἰησοῦ οὐκ ἔτι βασιλεῖς Ἰουδαίων ἐχρημάτισαν, πάντων τῶν Ἰουδαἴκῶν πραγμάτων ἐν οἴς ἐσεμνύνοντο, λέγω δὲ τῶν τε κατὰ τὸν ναὸν καὶ τό θυσιαστήριον καὶ τὴν ἐπιτελουμένην λατρείαν καὶ τὰ ἐνδύματα τοῦ ἀρχιερέως, καταλελυμένων. ἐπληρώθη γὰρ ἡ λέγουσα προφητεία· Ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων. καὶ τούτοις χρώμεθα τοῖς ῥητοῖς πρὸς τοὺς, ἐν τῷ θλίβεσθαι ἀπὸ τῶν ἐν τῇ Γενέσει ὑπὸ τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν εἰρημένων, φάσκοντας τὸν ἐθνάρχην ἀπὸ τοῦ Ἰούδα γένους τυγχάνοντα ἄρχειν τοῦ λαοῦ, οὐκ ἐκλειφὀντων τῶν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, ἕως ἧς φαντάζονται Χριστοῦ ἐπιδημίας. εἰ γὰρ ἡμέρας πολλὰς καθήσονται οἱ υἳοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων· ἐξ οὗ δὲ κατεσκάφη ὁ ναὸς, οὐκ ἔστι θυσία, οὐδὲ θυσιαστήριον οὐδὲ ἱερατεία· δῆλον ὅτι ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. ἐπεὶ δὲ ἠ προφητεία φησίν· Οὐκ ἐκλείφει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἄν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· δῆλον ὅτι ἐλήλυθεν ᾧ τὰ ἀποκείμενα, ἡ προσδοκία τῶν ἐθνῶν. καὶ τοῦτο σαφὲς ἐκ τοῦ πλήθους τῶν ἐθνῶν τῶν διὰ Χριστοῦ πεπιστευκότων εἰς τὸν θεόν.