Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, I.
Origen, Philocalia 4
Not analysed yet
4. Καὶ ἐν τῇ τοῦ Δευτερονομίου δὲ ᾠδῇ προφητικῶς δηλοῦται ἡ διὰ τὰ ἁμαρτήματα τοῦ προτέρου λαοῦ ἐσομένη τῶν ἀσυνέτων ἐθνῶν ἐκλογή, οὐ δι᾿ ἄλλου τινὸς ἢ τοῦ Ἰησοῦ γεγενημένη. Αὐτοὶ γάρ φησι παρεζήλωσάν με ἐπʼ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει, καὶ ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατὸν, τίνα τρόπον οἱ λεγόμενοι παρεζηλωκέναι τὸν θεὸν Ἑβραῖοι ἐπὶ τῷ οὐ θεῷ, καὶ παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν, παρωργίσθησαν εἰς ζηλοτυπίαν ἐπὶ τῷ οὐκ ἔθνει, τῷ ἀσυνέτῳ ἔθνει, ὅπερ ὁ θεὸς ἐξελέξατο διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. βλέπομεν οὗν τήν κλῆσιν μῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς, καὶ τὰ μὴ ὄντα, ἴνα ἐκεῖνα τὰ πρότερον ὄντα καταργήσῃ· καὶ μὴ καυχήσηται ὁ κατὰ σάρκα Ἰσραὴλ, καλούμενος ὑπὸ τοῦ ἀποστόλου σὰρξ, ἐνώπιον τοῦ θεοῦ.