Ancient Greek · ~10 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVI.
Origen, Philocalia 3-16
Not analysed yet
3. Γὰ δὲ ἐκτός οἱ βουλόμενοι ἀγαθὰ κατὰ τὸν θεῖου ἐπαγγέλλεσθαι λόγον τοῖς μὲν ἀπό τοῦ Λευιτικοῦ, τούτοις χρήσονται· Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς, δώσω τὰν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων δώσει τόν καρπόν αὐτῶν· καὶ καταλήψεται ὑμῖν ὀ ἀλοητός τὸν τρυγητόν, καὶ ὀ τρυγητὸς καταλήφεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον μῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν· καὶ τὰ ἐξῆς. ἐκ δὲ τοῦ Δευτερονομίου τούτοις χρήσονται· Καὶ ἔσται ὡς ἄυ διαβῆτε τὸν ορδάνην εἰς τὴν γῆν ἥν κύριος ὁ θεὸς δίδωσιν ὑμῖν, καὶ φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἅς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὀ θεός σου ὑπεράνω πάντων, καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐάν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου. εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ· εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶυ σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· καὶ τὰ ἑξῆς. ὡς πάλιν ἐκ τῶν ἐναντίων τοῖς ἀσεβοῦσι λέγεται τό· Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· ἐπικατάρατα τά τέκνα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου· ἐπικατάρατα τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. καὶ ἄλλα δὲ δυσεξαρίθμητα ἐνεγκοῦσιν οἱ βουλόμενοι ἐν σωματικοῖς καὶ τοῖς ἐκτός εἶναι ἀγαθά καὶ κακά· ἐφἀφονταί τε καὶ τῶν εὐαγγελίων, λέγοντες τόν σωτῆρα ἐληλυθότα ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν καὶ τὴν κωφότητα καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πάσαν νόσον καὶ πᾶσαν μαλακίαν τεθεραπευκέναι, ἀγαθά ἀντὶ τῶν προκατειληφότων κακῶν δωρούμενον τό τε διορατικὸν τὸ σωματικὸν καὶ τὸ ἀκουστικόν καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν· καὶ δυσωπήσουσί σε φάσκοντες, εἰ μή καὶ ἡμεῖς ὁμολογήσομεν κακὸν εἶναι τὸ δαιμονιζν καὶ τὸ σεληνιάζεσθαι, ὡς πάλιν ἐκ τοῦ ἐναντίου ἀγαθόν τὸ τούτων ἀπηλλάχθαι. ἀλλά καὶ οἱ ἀπόστολοι χαρίσματα ἰαμάτων καὶ ἐνεργήματα δυνάμεων ἐπιτελοῦντες κατʼ αὐτί τό ἐνεργεῖν ἀγαθά ἐποίουν τοῖς ἀνθρώποις καὶ κακῶν αὐτοὺς ἀπήλλαττον. διαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τῷ κακὸν εἶναι τὸν πόνον τοὺς ἁμαρτωλοὺς πυρὶ αἰωνίῳ παραδίδοσθαι· εἰ δὲ κακόυ ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθόν εἶναι.