Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVI.
Origen, Philocalia 4-14
Not analysed yet
4. Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οἶους τε λῦσαι τὰ προσαγόμενα περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι καὶ τρία τῶν κακῶν κατὰ τ ν λόγον τῶν γραφῶν. ταύτην τοίνυν τήν ἀπάτην οὐ μόνον οἱ ὁμολογουμένως ἀκέραιοι τῶν πεπιστευκότων ήπάτηνται, ἀλλά καί τινες τῶν ἐπαγγελλομένων σοφίαν τὴν κατὰ Χριστὸν, οἰόμενοι τοῦ δημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν ἀπὸ τῆς λέξεως δηλουμένων μηδὲν σημαίνεσθαι κατὰ τὰς ἀπειλάς. πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν τὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὡν ἁμαρτήματα οὐ κατηγορεῖται· οἶον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ὥρτον ἔχειν παρʼ ἑαυτῷ φαγεῖν καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς γυναῖκα εἰς Σάρεπτα τῆς Σιδωνίας· καὶ λισσαῖος, ὅς παρὰ τῇ Σουμανίτιδι βραχυτάτην ἔλαβε κατάλυσιν καὶ σκιμπάδιον καὶ λυχνίαν εὐτελῆ, ὅς καὶ ἀρρωστήσας ἐτελεύτησε· καὶ Ἠσαΐας ὁ πορευθεὶς γυμνὸς καὶ ἀνυπόδετος τρισὶν ἔτεσι· καὶ Ἱερεμίας ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου καὶ ἀεὶ μυκτηρισθεὶς, ὥστε καὶ ἐρημίας οἰκῆσαι εὔξασθαι· καὶ ὁ Ἰωάννης ὁ ἐν ταῖς ἐρημίαις διατρίβων καὶ πλήν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων, δέρματι περιεζωσμένος τὴν ὀσφὺν καὶ ἀπό τριχῶν καμήλου ἠμφιεσμένος. ὁμολογήσουσι γὰρ αὐτοὺς τετηρηκέναι τὸν νόμον. καὶ ἀπαιτήσομεν εἰ ἅ νοοῦσιν ἀγαθὰ τοῖς τετηρηκόσι τούτοις ὑπῆρκται. οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ ἤτοι φευδεῖς εἶναι τὰς ἐπαγγελίας τὰς λεγομένας δίδοσθαι τοῖς θεοσεβέσιν ἥ ἀληθεῖς τυγχανούσας ἀναγωγῆς δεῖσθαι· εἰ δʼ ἐπʼ ἀλληγορίαν ἀναγκασθέντες ἔλθωσιν, ἀθετηθήσεται αὐτῶν ἡ ὑπόληψις ἡ περὶ τοῦ τὸν νόμον ἀπειλεῖν νόσον σωματικὴν καὶ τὰ ἐκτός νομιζόμενα κακὰ τοῖς τσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα καὶ περιουσίαν ἔσεσθαι τοῖς τῷ θεῷ κατηκολουθηκόσι.