Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVI.
Origen, Philocalia 4-5
Not analysed yet
4. ‘Καὶ βλασφημοῦσι δὲ,᾿ φησὶν, ‘εἰς ἀλλήλους οὗ. τοι πάνδεινα ῥητὰ καὶ ἄρρητα· καὶ οὐκ ἂν εἶξαιεν οὐδὲ καθʼ ὁτιοῦν εἰς ὁμόνοιαν, πάντη ἀλλήλους ἀποστυγοῦντες. ᾿καὶ πρός ταῦτα δʼ ἤμῖν εἴρηται, ὅτι καὶ ἐν φιλοσοφίᾳ ἐστὶν εὑρεῖν αἱρέσεις αἱρέσεσι πολεμούσας, καὶ ἐν ἰατρικῇ. οἱ μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες, καὶ μεμελετηκότες αὐτοῦ τοὺς λόγους φρονεῖν καὶ λέγειν καὶ ποιεῖν, λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· καὶ οὐκ ἂν ῥητὰ καὶ ἄρρητα λέγοιμεν τοὺς ἄλλα δοξάζοντας παρʼ ἃ ὑπειλήφαμεν· ἀλλʼ, εἰ μὲν δυνάμεθα, πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ βέλτιον, διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα· Αἱρετικόν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. ἔτι δὲ οἱ τό Μακάριοι οἱ εἰρηνοποιοί· νοήσαντες, καὶ τό· Μακάριοι οἱ πραεῖς· οὐκ ἄν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ.