Ancient Greek · ~12 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXΙV.
Origen, Philocalia 4.1
Not analysed yet
4. Ἐπεὶ τοίνυν, ὤ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴυ οὐσίαν σωματικήν τινα σύστασιν εἶναι; Δοκεῖ. Ἡ δὲ σωματική σύστασις αὐττ ἐφʼ ἑαυτῆς ὑπάρχει, οὐ δεομένη τινὸς, οὖ γενομένου τὸ εἶναι λήφεται; Οὕτως ἔχει. Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; Οὕτω μοι φαίνεται. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ’ ἄν ἐ ἐνεργῶν παρῇ; Οὕτως ἔχει. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδʼ ὅπερ ἐνεργεῖ ἔσται ποτέ; Οὐκ ἔσται. Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς ἐστι σύστασις, δὲ σωματικτ σύστασις οὐ δεῖταί τινος, ἐν ᾦ γενομένη τὸ εἶναι λήφεται· τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέουταί τινος, ἐν ῷ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὸ κακὸ, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλά μήν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός· οὐκ ἔσται ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίας εἶναι θέλεις, σύμφημι κἀγώ· οἶον ἄυθρωπος ὁ φονεύς, καθʼ ὅν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὅν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλʼ ἔργον τι τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπόν ποτε μὲν κακόν διά τὸ φονεύειν, ποτὲ δʼ σὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν· καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἄτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ φόνος ἐστὶν ἠ οὐσία, οὔτʼ αὗ πάλιν μοιχεία, οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλʼ ὥσπερ ἀπό τῆς γραμματικῆς ὁ γραμματικός λέγεται καὶ ἀπό τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὀ ἰατρός, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὗτε γραμματικῆς, ἀλλʼ ἀπό τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφʼ ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ, οὐδʼ ὄπότερον αὐτῶν οὖσα· ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδʼ ὁπότερον οὗσαν αὐτῶν. καὶ ὁμοίως ἐπινόησον, εἶ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις σἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τά κακά, ἐστὶ καὶ αὐτός κακός ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστὶ ποιητής· ἄ δέ τις ποιεῖ, οὐκ ἔστιν αὑτός, ἀλλʼ ἐνέργειαι αὐτοῦ, ἀφʼ ὧν τὴν προσηγορίαν τοῦ κακός λέγεσθαι λαμβάνει. εἰ γὰρ αὐτόν ὑπάρχειν εἶποιμεν ὅ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτός ἔσται ταῦτα. εἰ δὲ ταῦτά ἐστιν αὐτός, ταῦτα δʼ ὅτε γίνεται τήν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ ἐἶναι καὶ τοῦ μηκέτʼ εἶναι αἴτιοι. εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας φῇς, ἐξ ὥν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστὶν οὐσία. κακόν δὲ εἴπομεν λέγεσθαι ἀπό τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἄτινα οὐκ ἔστιν ἠ οὐσία· ὡς ἀπό τῆς ἰτρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὥν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακὸς, ἄ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἠρξατο κἀκεῖνος εἶναι κακός, ἠρξατο δὲ καὶ ταῦτα εἶναι κακά. εἰ δὲ οὕτως ἔχει, οὑκ ἔστιν ἀνάρχως κακὸς, οὐδὲ ἀγένητα τὰ κακά, τῷ γενητὰ πρός αὐτοῦ εἶναι φάναι.