Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXΙV.
Origen, Philocalia 5-11
Not analysed yet
5. Τὰν μὲν πρός τὸν ἔταῖρον, ὦ φίλε, λόγον ἴκανῶς μοι πεποιηκέναι δοκεῖς· ἐξ ν γὰρ προλαβών ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς· ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεὸς, ποιότητες δὲ τὰ κακὰ, τῶν κακῶν ἔσται ποιητής ὁ θεός. οὕτος μὲν οὖν ὀ λόγος πρός ἐκεῖνον εἰρήσθω καλῶς· ἐμοὶ δὲ φεῦδος δοκεῖ τὴν ὕλην ἄποιον ἀἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας, ὥς ἐστιν ἄποιος· ἀλλὰ μήν καὶ ἐν ῷ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἠ ὕλη διαγραφόμενος· ὅπερ ἐστὶ ποιότητος εἶδος. ὅθεν εἰ σοὶ φίλον ἐστὶν ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου· ἐμοὶ γὸρ ἠ ὕλη ποιότητας ἀνάρχῳ ἔχειν δοκεῖ· οὗτως γὰρ καὶ τὰ κακά ἐκ τῆς ἀπορροίας αὑτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ἦ, τούτων δʼ ἀπάντων ή ὕλη αἰτία. Γὴν μὲν προθυμίαν τὴν σήν ἀποδέχομαι, ὡ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδτν ἐπαινῶ· προσῆκε γὰρ ώς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν μὴ ἀπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλʼ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γάρ εἰ ὀ προσζητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμήν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατήν πείσει· ἀλλʼ εἴ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο λέξει παρών· δυοῖν γὰρ θάτερον ἔσται· ἦ γὰρ καὶ πρὸς δ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὀφεληθήσεται, ἦ τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι ἔμποιον εἶναι ἀνάρχως τὴν ὕλην· εἰ γὰρ τοῦθʼ οὕτως ἔχει, τίνος ἔσται ποιητής ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι φαμέν· οἵτ’ σὔ πάλιν ποιοτήτων, καὶ ταύτας ὑπάρχειν λέγομεν. οὐκοῦν οὐσίας τε οὗσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργόν λέγειν τὸν θεόν. ἴνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, ἀπόκριναί μοι νῦν ἐρωτώμενος· τίνι τρόπῳ δημιουργόν εἶναι φῇς τὸν θεόν; πότερον ὅτι τάς οὐσίας ἔτρεφεν εἰς τὸ μηκέθʼ ὑπάρχειν ἐκείνας, αἴπερ ἠσάν ποτε, ἀλλʼ ἑτέρας παρʼ αὐτὰς γενέσθαι; ἦ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας, αἵπερ τσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεφεν αὐτῶν;