Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXΙV.
Origen, Philocalia 3-14
Not analysed yet
3. πεῖ δὲ 4όθος ἔστι σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον· καί σου βραχέα πυθέσθαι βούλομαι· τὰ κακά πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν; Ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ. Τ δὲ ὕλη ἄποιος ἠν καὶ ἀσχημάτιστος; Οὕτω προλαβών ἐξεῖπον τῷ λόγῳ. Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεόν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργός ὁ θεός. ὅτε τοίνυν οὐδʼ οὗτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τόν θεὸν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ· εἰ δέ τι πρός ταῦτα εἰπεῖν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν γάρ ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἄν δεύτερον περὶ τῶν κακῶν τξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρός τὸν πλησίον ὡφελείας, τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ σχωρεῖν. Γῆν μὲν προαίρεσιν τήν ἐμὴν ἐκ πολλοῦ σοι φανεράν εἶναι δοκῶ καὶ τήν ἐν τοῖς λόγοις σπουδήν, ὅτι οὐ πιθανῶς εἰπών φεῦδος νικήσαι θέλω, ἀλλά δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως· καὶ σὲ δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἶῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος· οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὥν ἀγνοῶ. σαφῶς παραστῆναί μοι δοκεῖ καὶ τά κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω.