Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVII.
Origen, Philocalia 5-5
Not analysed yet
5. Ταῦτα δὴ καὶ τὰ τούτοις ἀνάλογον ἀπόρρητα ἐπιστάμενοι Μωσῆς καὶ οἱ προφῆται ἀπαγορεύουσιν ὄνομα θεῶν ἑτέρων ὀνομάζειν ἐν στόματι μελετήσαντι τῷ ἐπὶ πᾶσι μόνῳ εὔχεσθαι θεῷ, καὶ ἀναμνημονεύειν ἐν καρδίᾳ διδασκομένῃ καθαρεύειν ἀπὸ πάσης ματαιότητος νοημάτων καὶ λέξεων. καὶ διὰ ταῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλλον αἱρούμεθα ἢ τὸν Δία ὁμολογῆσαι θεόν. οὐ γὰρ τὸν αὐτὸν εἶναι ὑπολαμβάνομεν Δία καὶ Σαβαώθ· ἀλλʼ οὐδʼ ὅλως θεῖόν τι τὸν Δία· δαίμονα δέ τινα χαίρειν οὗτως ὀνομαζόμενον, οὐ φίλον ἀνθρώποις, οὐδὲ τῷ ἀληθινῷ θεῷ. κἂν Αἰγύπτιοι δὲ τὸν Ἀμοῦν ἡμῖν προτείνωσι θάνατον ἀπειλοῦντες, τεθνηξόμεθα μᾶλλον ἢ τὸν Ἀμοῦν ἀναγορεύσομεν θεὸν, παραλαμβανόμενον, κατὸ τὸ εἰκὸς, ἔν τισιν Αἰγυπτίαις καλούσαις τὸν δαίμονα τοῦτον ἐπῳδαῖς. λεγέτωσαν δὲ καὶ Σκύθαι τὸν Παππαῖου θεὸν εἶναι τὸν ἐπὶ πᾶσιν· ἀλλʼ τμεῖς οὐ πεισόμεθα, τιθέντες μὲν τὸν ἐπὶ πᾶσι θεὸν, ὡς δὲ φίλον τῷ λαχόντι τὴν Σκυθῶν ἐρημίαν καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν διάλεκτον, οὐκ ὀνομάζοντες τὸν θεὸν ὡς κυρίῳ ὀνόματι τῷ Παπαῖον. σκυθιστὶ γὰρ τὸ προσηγορικὸν τὸν θεὸν, καὶ αἰγυπτιστὶ, καὶ πάσῃ διαλέκτῳ ἥ ἕκαστος ἐντέθραπται, ὀνομάζων οὐχ ἁμαρτήσεται.