Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVII.
Origen, Philocalia 6-4
Not analysed yet
6. Οὐδὲ Ἀπόλλωνα δὲ τὸν ἤλιον καλεῖν θέλομεν οὐδὲ Ἄρτεμιν τὴν σελήνην· ἀλλὰ καθαρὰν εὐσέβειαν εἰς τὸν δημιουργὸν ἀσκοῦντες, καὶ τὰ καλὰ αὐτοῦ δημιουργήματα εὐφημοῦντες, οὐδὲ μέχρι ὀνόματος χραίνομεν τὰ θεῖαἀποδεχόμενοι τοῦ Πλάτωνος τὸν ἐν Φιλήβῳ λόγον, μὴ βουληθέντος τὴν ἡδονὴν παραδέξασθαι θεόν Τὸ γὰρ ἐμόν, φησὶ, δέος, ὤ Πρώταρχε, περὶ τὰ τῶν θεῶν ὀνόματα Β, C τοιόνδε τί ἐστιν. ἡμεῖς οὖν ἀληθῶς ἔχομεν δέος περὶ τὸ ὄνομα τοῦ θεοῦ καὶ τῶν καλῶν αὐτοῦ δημιουργημάτων, ὡς μηδὲ προφάσει τροπολογίας μῦθόν τινα παραδέξασθαι ἐπὶ βλάβῃ τῶν νέων.