Ancient Greek · ~11 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVI.
Origen, Philocalia 5.1-2
Not analysed yet
5. Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; εἰ γάρ κακαὶ αἱ θλίφεις, φησὶ δὲ ὁ ἀπόστολος καυχᾶσθαι ἐν ταῖς θλίφεσι, δῆλον ὅτι καυχᾶται ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον, καὶ ὁ ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ ἁγίου, ὅστις ἐν παντὶ θλιβόμενος οὐ στενοχωρεῖται, ἀπορούμενος οὐκ ἐγκαταλείπεται, πειραζόμενος οὐ θανατοῦται, oμιζόμενος εἶναι πτωχὸς πολλοὺς πλουτίζει, καὶ ὑπολαμβανόμενος μηδὲν κεκτῆσθαι πάντα κατέχει· τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. ἔτι δὲ ἕπεται τοῖς ὑπολαμβάνουσι κατὰ τὴν γραφὴν τρία γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολλοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφητείας· Πολλαὶ αἱ θλίφεις τῶν δικαίων. οὐκ ἄκαιρον δὲ καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνῆσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι· ᾦ ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶνάς φησιν· Οἴει δέ με ἅλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; εἰ γὰρ οὐκ ἄλλως ἀναφαίνεται ἁ Ἰὼβ δίκαιος ἢ ἐκ τοῦ τάδε τινὰ καὶ τάδε αὐτῷ συμπτώματα γεγονέναι, πῶς ἄν αὐτῷ κακά λέγοιμεν ὑπάρχειν τὰ αἴτια τοῦ ἀναφῆναι αὐτοῦ τὴν δικαιοσύνην; ἑπόμενα δʼ ἄν τούτοις εἶη, μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχάναιν. τῷ γοῦν Ἰὼβ ὁ διάβολος κακὸν οὐκ ἦν· ἐπεὶ τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν ὁ θεὸς, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. ἔτι δὲ πρὸς τούτοις παρὰ τὸ ἐναργὲς εἶναἰ φαμεν τὸ τὸν δίκαιου ἐν ταῖς κατὰ τὸ ῥητόν εὐλογίαις ἔσεσθαι τῶν ἐν ταῖς γραφαῖς ἐγκειμένων νομιζομένων ἀγαθῶν· πολλή γὰρ ἱστορία ἡ περὶ τοῦ ἁγίου ἐξεταζομένη ἐναντιοῦται ταῖς τοιαύταις ἐκδοχαῖς. καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστήν τὸν ἅγιον ἔσεσθαι, πολλῶν ἐθνῶν τραπέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήρεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα· Τὸ ἀργύριον γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ ὀ δίκαιος καὶ δῶρα ἐπʼ ἀθῴοις οὐκ ἔλαβε· καί· Ὀ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. καὶ κατὰ τὸν Ἀεζεκιήλ ὁ ἄγιος ἐπὶ τόκῳ καὶ πλεονασμῷ οὐκ ἔδωκε τὸ ἀργύριον. τὸ δὲ καὶ πυρετὸν νομίζειν διὰ τὰς ἁμαρτίας γίνεσθαι ἀπαιδεύτων εἰς ὑπερβολήν ἐστι δόγμα, πολλάκις τῶν αἰτίων τῆς τοιᾶσδε νόσου προδήλων ὄντων· ἤ γὰρ διὰ τὸ περιέχον ἤ διὰ τοιάδε ὕδατα ἤ διὰ τοιάσδε τροφάς. καὶ εἰ ἂθλα τοῖς δικαίοις ὑγεία καὶ πλοῦτος, ἐχρῆν μηδένα τῶν ἀσεβῶν ὑγιαίνειν μηδὲ πλουτεῖν. ὑγείαν δὲ τὴν τοιάνδε κατάστασιν τῆς ψυχῆς ζητητέον, καὶ πλοῦτον τὸν κατὰ Σολομῶντα λύτροι τυγχάνοντα τῆς ψυχῆς, λέγοντα· Λύτρον ἀνδρὸς φυχῆς ὁ ἴδιος πλοῦτος· φευκτέου δὲ πενίαν, καθʼ ἤν ἀναγέγραπται· Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. ἔτι δὲ τραύματα καὶ μώλωπας καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκτούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὗτε μώλωφ οὗτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὗτε ἔλαιον οὗτε καταδέσμους.