Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVI.
Origen, Philocalia 6-11
Not analysed yet
6. Ταῦτα μὲν οὗν αὐτάρκη τοῖς μὴ πάνυ ἀμβλέσι, πρός τό ἀπό τούτων ἑαυτοῖς ἀναλεξαμένοις τά περισπῶντα ῥητὰ τῶν γραφῶν ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος. ἔτι δὲ ὑπὲρ τοῦ δυσωπήσαι τοὺς οἰομένους τάδε εἶναι τά ἀγαθά τὰ τοῖς ἀγίοις δοθησόμενα καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· ὅτι πᾶν τὸ διά τι ἔλαττόν ἐστι τοῦ δἰ ὅ ἐστιν· οἶον τομαὶ καὶ καυτῆρες καὶ ἔμπλαστροι δἰ ὑγείαν παραλαμβανόμενα ἐλάττονα τυγχάνει τῆς ὑγείας. κᾶν ὡς ἐν ἰατρικοῖς δὲ βοηθήμασι ἀγαθὰ λέγηται ταῦτα, χρὴ ἐκλαμβάνειν ὅτι οὐκ ἔστι τελικά ἰατρικῆς ἀγαθὰ ἀλλὰ ποιητικά· τελικόν δὲ κατά τὴν ἰατρικὴν ἀγαθόν ἠ τοῦ σώματος ὑγεία. οὕτω τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολάς τηρητέον ὑπὲρ τοῦ τῶνδε τῶν ἀγαθῶν τυχεῖν, τὰ δὲ ἂθλα τὰ σωματικά ἐστι καὶ τὰ ἐκτός· αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαὶ, ἀλλʼ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν· καὶ ἔσται διαφέρων ὀ πλοῦτος, ὅν οἶονται ἐπαγγέλλεσθαι τὴν γραφήν, καὶ ἠ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης καὶ αὐτῆς δὲ τῆς ὁσιότητος καὶ τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀνδραγαθημάτων. ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τὸ τῶν ἀνδραγαθημάτων λέγειν διαφέρειν τὸ πλουτεῖν καὶ τὸ γιαίνειν σωματικῶς. διὰ τά μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετά τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν τμᾶς μέλλειν τὰ τοιάδε βρώματα καὶ πίνειν, τινὲς δὲ καὶ τεκνοποιεῖν. ταῦτα δὲ φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθυῶν μεγάλης εὐηθείας δόξαν ἀπενέγκασθαι ποιήσει τὸν χριστιανισμὸν, πολλῷ βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς πίσεως.