Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 6-3
Not analysed yet
6. Ἀλλʼ οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράφοντες καταβαίνουσιν εἰς Πειραιέα, προσευξόμενοι ὡς θεῷ τῇ cf. Plat Rep Ἀρτέμιδι, καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν τῆς καλῶς βεβιωκυίας διεξελθόντες, καταλιπόντες τὸ μέγεθος ὧν αὐτοῖς ὁ θεός ἐφανέρωσεν εὐτελῆ φρονοῦσι καὶ μικρὰ, ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ ἀποδιδόντες· καὶ τὰ ἀόρατα τοῦ θεοῦ καὶ τάς ἰδέας φαντασθέντες ἀπὸ τῆς κτίσεως τοῦ κόσμου καὶ τῶν αἰσθητῶν. ἀφʼ ὦν ἀναβαίνουσιν ἐπὶ τὰ νοούμενα, τήν τε ἀΐδιον αὐτοὶ δύναμιν καὶ θειότητα οὐκ ἀγεννῶς ἰδόντες, οὐδὲν ἢττον ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ὡς ἀσύνετος αὐτῶν ἡ καρδία ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας καὶ θεολογίᾳ, ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου προσκυνοῦντας εἰς τιμήν φησιν ἐκείνου· ἔσθʼ ὅτε δὲ καὶ καταβαίνοντας μετʼ Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ ἢ τετράποδα ἢ ἑρπετά. ἴνα δὲ καὶ δοκῶσί τινες ταῦτα ὑπεραναβεβηκέναι, ἀλλʼ εὑρεθήσονται ἀλλάξαντες τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ φεύδει, καὶ σέβοντες καὶ λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων, ἐξελέξατο ὁ θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τά ἀσθενῆ καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἴνα τὰ ὄντα καταργήσῃ· καὶ ἀληθῶς ἴνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἐξῆς αὐτῷ προφήται, οὐδαμῶς ῥητὸν ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν, ἔγραψαν μὲν, ὡς θεοῦ ἔαυτὸν ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι ὥφθη ὁ θεὸς φέρʼ εἰπεῖν τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, ἢ τῷ ακώβ. τίς δὲ ὢν ὠφθη καὶ ποταπός καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους ἐκείνοις οἶς ὥφθη ὁ θεὸς, ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρῷ καρδίᾳ. καὶ γὰρ κατά τὸν Ἀησοῦν ἡμῶν· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὅφονται.