Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 7-3
Not analysed yet
7. Τὸ δʼ ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξάπτεσθαι φῶς ἐν τῇ ψυχῇ, πρότερος οἶδεν ὀ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ· Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. καὶ Ἰωάννης δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι Ὃ γέγονεν ἐν τῷ λόγῳ ξωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρόπων· ὅπερ φῶς ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν ἀληθινὸν καὶ νοητὸν κόσμον, καὶ ποιεῖ αὐτὸν φῶς τοῦ cf. Mt v 8 κόσμου. ἔλαμψε γὰρ τοῦτο τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν, 2 Co iv πρὸς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ. διό φησιν ἀρχαιότατος προφήτης πρὸ πολλῶν γενεῶν τῆς Κύρου βασιλείας προφητεύσας, ὑπὲρ τὰς τεσσαρεσκαίδεκα γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν, τό· Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαιν καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. καί Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε· καί· Ἐν τῷ φωτί σου ὄψόμεθα φῶς. καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ Ἠσαΐᾳ λόγος φησί· Φωτίζου, φωτίζου, Ἰερουσαλήμ· ἤκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν. ὁ δʼ αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας, ἀφίσταντος τῆς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων καὶ δαιμόνων θεραπείας, φησὶν ὅτι Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς· καὶ πάλιν· Λαός ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα. ὅρα οὖν τὴν διαφορὰν τοῦ καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου ἀγαθοῦ, καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὥνησε τοὺς ἐντυγχάνοντας, ἀλλʼ οὐδʼ αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα· ἡ δὲ τῶν θείων γραμμάτων εὐτελὴς λέξις ἐνθουσιζν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας αὐτῇ· παρʼ οἶς τρέφεται τοῦτο τὸ φῶς τῷ ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δάδων τὸ φῶς ἐν ταῖς φρονίμοις πέντε παρθένοις.