Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 7-5
Not analysed yet
7. Καὶ ὁ θεῖος δὲ κατὰ Mωσέα λόγος εἰσήγαγε τοὺς πρώτους ἀκούοντας θειοτέρας φωνῆς καὶ χρησμῶν, καὶ ὁρῶντας ἔσθʼ ὅτε ἀγγέλων θεοῦ ἐπιδημίας γεγενημένας πρὸς αὐτούς. καὶ γὰρ εἰκὸς ἐν ἀρχῇ τοῦ κόσμου ἐπὶ πλεῖον βεβοηθῆσθαι τὴν ἀνθρώπων φύσιν· ἕως, προκοπῆς γενομένης εἰς σύνεσιν καὶ τὰς λοιπὰς ἀρετὰς καὶ τὴν εὐρεσιν τῶν τεχνῶν, δυνηθῶσι καὶ καθʼ ἑαυτοὺς ζῆν, οὐ χρήζοντες ἀεὶ ἐπιτροπευόντων καὶ οἰκονομούντων αὐτὺς μετὰ παραδόξου ἐπιφανείας τῶν ὑπηρετουμένων τῷ τοῦ θεοῦ βουλήματι. ἀκόλουθον δὲ τούτοις τὸ ψεῦδος εἶναι ὅτι κατʼ ἀρχὰς ‘ἀνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δʼ ὑπʼ ἀνθρώπων ἥκιστα ἡλίσκετο. ᾿ἐκ δὴ τούτων φανερὸν ὅτι ψεῦδος καὶ τὸ ὑπὸ τοῦ Κέλσου οὔτως λεγόμενον· ‘Ὤστε ταύτῃ γε ὁ θεός τοὺς ἀνθρώπους μᾶλλον τοῖς θηρίοις ὑπέβαλεν.' οὐ γὰρ ὑπέβαλε τοὺς ἀνθρώπους τοῖς θηρίοις ὁ θεὸς, ἀλλὰ τῇ συνέσει τῶν ἀνθρώπων ἁλωτὰ δέδωκεν εἶναι τὰ θηρία, καὶ ταῖς ἀπὸ συνέσεως ὑφισταμέναις κατʼ ἐκείνων τέχναις. οὐ γὰρ ἀθεεὶ ἐμηχανήσαντο σφίσιν αὐτοῖς οἱ ἄνθρωποι σωτηρίαν ἀπὀ τῶν θηρίων καὶ τὴν κατʼ ἐκείνων ἐπικράτειαν.