Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 6-6
Not analysed yet
6. Εἶτα λέγει πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπεροχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων ζώων, ὅτι ‘Πρὸς ὃ ὑμεῖς φατὲ, ὡς ὁ θεός ἡμῖν δέδωκεν αἱρεῖν τὰ θηρία δύνασθαι καὶ καταχρήσασθαι, ἐροῦμεν ὅτι, ὡς εἰκὸς, πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας καὶ ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δʼ ὑπ’ ἀνθρώπων ἤκιστα ἡλίσκετο. ᾿ὅρα δὲ πρός ταῦτα ὅτι εἰ καὶ αἱροῦσιν ἄνθρωποι θηρία καὶ θηρία ἀνθρώπους ἁρπάζει, πολλή ἐστι διαφορά τῶν συνέσει κρατούντων παρὰ τὰ ἀγριότητι καὶ ὠμότητι περιγινόμενα τῶν οὐ χρυμένων τῇ συνέσει πρὸς τὸ μηδὲν ὑπὸ θηρίων παθεῖν. τὸ δὲ· ‘πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας· ᾿ἐπιλελησμένου οἶμαι εἶναι ὧν ἀνωτέρω προέῖπεν, ὡς ‘ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ἀφθάρτου, καὶ μόνων τῶν ἐπὶ γῆς κατακλυσμοὺς καὶ ἐκπυρώσεις πασχόντων, καὶ οὐ πάντων ἄμα τούτοις περιπιπτόντων. ὡς οὐκ ἔστιν οὖν τοῖς ἀγένητον ὑφισταμένοις τὸν κόσμον ἀρχὴν αὐτοῦ εἰπεῖν, οὕτως οὐδὲ χρόνον ὅτʼ οὐδαμῶς ἦσαν πόλεις οὐδὲ τέχναι πω εὕρηντο. ἀλλʼ ἔστω καὶ ταῦτα ἡμἲν μὲν συναδόντως αὐτῷ συγχωρεῖν, αὐτῷ δὲ καὶ τοῖς ἀνωτέρω ὑπʼ αὐτοῦ λελεγμένοι οὐκέτι· τί οὖν τοῦτο πρὸς τὸ πάντως κατʼ ἀρχὰς τοὺς μὲν ἀνθρώπους ὑπὸ θηρίων ἁρπάζεσθαι καὶ ἐσθίεσθαι, μηκέτι δὲ τὰ θηρία ὑπʼ ἀνθρὡπων ἁλίσκεσθαι; εἶπερ γὰρ κατὰ πρόνοιαν ὁ κόσμος γεγένηται, καὶ θεὸς ἐφέστηκε τοῖς ὅλοις· ἀναγκαῖον ἦν τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων ἀρξάμενα ὑπό τινα γεγονέναι φρουρὰν τὴν ἀπὸ κρειττόνων, ὥστε κατʼ ἀρχὰς ἐπιμιξίαν γεγονέναι τῆς θείας φύσεως πρὸς τοὺς ἀνθρώπους. ἄπερ καὶ ὁ Ἀσκραῖος ποιητὴς ἐννοῶν εἶπε· Ξυναὶ γὰρ τότε δαῖτες ἔσαν, ξυνοὶ δὲ θόωκοι Ἀθανάτοισι θεοῖσι καταθνητοῖς τʼ ἀνθρώποις.