Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 8-2
Not analysed yet
8. Μετὰ ταῦτα ἴδωμεν καὶ τὴν ἔξῆς αὐτοῦ λέξιν, τοῦ Κέλσου δηλονότι, οὗτως ἔχουσαν. ‘Ἔστιν αὐτοῖς καὶ τοιόνδε παράγγελμα, τὸν ὑβρίζοντα μὴ ἀμύνεσθαι· κἂν τύπτῃ, φησὶ, τὴν ἑτέραν γνάθον, σὺ δὲ καὶ τήν ἄλλην πάρεχε. ἀρχαῖον καὶ τοῦτο εὖ μάλα πρόσθεν εἰρημένον, ἀγροικότερονδʼ αὐτὸ ἀπεμνημόνευσαν. ἐπεὶ καὶ Πλάτωνι πεποίηται Σωκράτης Κρίτωνι διαλεγόμενος τάδε. Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. Οὐ δῆτα. Οὐδ᾿ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται· ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. Οὐ φαίνεται. ᾿καὶ τὰ ἐξῆς. πρός τοῦτο δὴ, καὶ πρὸς πάντα ὅσα ἐκοινοποίησεν ὁ Κέλσος, μὴ δυνηθεὶς αὐτῶν ἀντιβλέφαι τῇ ἀληθότητι, φάσκων αὐτὰ καὶ παρʼ Ἕλλησιν εἰρῆσθαι, τοιαῦτα λεκτέον· Εἱ ὠφέλιμόν ἐστι τὸ δόγμα καὶ τὸ βούλημα αὐτοῦ ὑγιὲς, εἴρηται δὲ Ἕλλησι μὲν παρὰ Πλάτωνι ἤ τινι τῶν ἑλληνικῶν σοφῶν, Ἰουδαίοις δὲ παρὰ Μωσῇ ἠ τινι τῶν προφητῶν, χριστιανοῖς δὲ ἐν τοῖς ἀναγραφεῖσιν ʼΙησοῦ λόγοις ἢ λελεγμένοις παρά τινι τῶν ἀποστόλων αὐτοῦ· οὐ νομιστέον κατηγορεῖσθαι τὸ λεγόμενον παρὰ Ἰουδαίοις ἢ παρὰ χριστιανοῖς, ἐκ τοῦ καὶ παρʼ Ἕλλησιν αὐτὰ εἰρῆσθαι· καὶ μάλιστα ἐὰν ἀποδεικνύηται τὰ Ἰουδαίων πρεσβύτερα τῶν ἑλληνικῶν. οὐδὲ πάλιν ὑπὸ τοῦ κάλλους τῆς ἑλληνικῆς φράσεως λεγόμενον τὸ αὐτὸ πάντως κρεῖττον εἶναι νομιστέον τοῦ εὐτελέστερον ἀπαγγελλομένου καὶ ἁπλουστέραις λέξεσι παρὰ Ἰουδαίοις ἡ χριστιανοῖς· καίτοι γε ἡ πρώτη Ἰουδαίων λέξις, ἦ οἱ προφῆται χρησάμενοι καταλελοίπασιν ἡμῖν βιβλία, Ἑβραίων διαλέκτῳ καὶ σοφῇ συνθέσει τῶν ἐν τῇ διαλέκτῳ κατʼ ἐκείνους ἀναγέγραπται.