Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXII.
Origen, Philocalia 8-5
Not analysed yet
8. Πολὺς δʼ ὁ λόγος καὶ μυστικὸς ὁ περὶ τούτων, ᾧ ἁρμόζει τό· Μυστήριον βασιλέως κρύπτειν καλόν· ἴνα μὴ εἰς τὰς τυχούσας ἀκοὰς ὁ περὶ ψυχῶν οὐκ ἐκ μετενσωματώσεως εἰς σῶμα ἐνδουμένων λόγος ῥιπτῆται, μηδὲ τὰ ἄγια διδῶται τοῖς κυσὶ, μηδʼ οἱ μαργαρῖται παραβάλλωνται χοίροις. ἀσεβὲς γὰρ τὸ τοιοῦτον, προδοσίαν περιέχον τῶν ἀπορρήτων τῆς τοῦ θεοῦ σοφίας λογίων, περὶ ἧς καλῶς γέγραπται· Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. ἀρκεῖ δὲ τὰ κεκρυμμένως ὡς ἐν ἱστορίας τρόπῳ εἰρημένα κατὰ τὸν τῆς ἱστορίας παραστῆσαι τρόπον, ἴνʼ αἱ δυνάμενοι ἑαυτοῖς ἐπεξεργάσωνται τὰ κατὰ τὸν τόπον.