Ancient Greek · ~1 min
Scholion 16
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 16
Not analysed yet
Ἐπίστησον, μὴ ἐφαρμόζῃ τὸ ὄνομα τῆς Ἰεζάβελ τῇ γνώμῃ καὶ αἱρέσει τῶν Νικολαϊτῶν διὰ τὸ τὰ ἔργα τῆς γνώμης ἐκείνης προσῆφθαι τῇ Ἰεζάβελ εἰς πορνείαν κατασπασάσῃ καὶ χρῆσιν εἰδωλοθύτων πειρωμένῃ· ὅθεν καὶ γυναῖκα αὐτὴν διὰ τὸ ἐμπαθὲς καὶ ἐκτεθηλυμένον εἶπεν.