Ancient Greek
Scholion 15
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 15
Not analysed yet
Τὴν ἐποπτικὴν καὶ ἔφορον τῶν ὅλων δύναμιν καὶ τὴν πορευτικὴν τοῦ υἱοῦ τοῦ θεοῦ διὰ τῶν προκειμένων δηλοῖ. καὶ ἐπειδὴ διὰ τοῦ ἐπιβλέπειν ἀναιρεῖ καὶ ξηραίνει τὰ φαῦλα, οἱ ὀφθαλμοὶ αὐτοῦ φλὸξ εἴρηται πυρός· ἀναλοῦσι γὰρ πᾶσαν μοχθηρὰν ἕξιν, ξύλα, χόρτον, καλάμην ὠνομασμένην. περὶ ταύτης τῆς ἐφόρου δυνάμεως γέγραπται· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. κλονεῖται γὰρ τὰ ὑλικὰ πάντα ἀπὸ τῶν διανοιῶν τῶν ἐχόντων αὐτὰ θεοῦ ἐπιβλέψαντος. ἀλλὰ καὶ οἱ πόδες αὐτοῦ, καθ' οὓς ἐπιπορεύεται τῷ παντὶ διαφοιτήσας, διὰ τοῦ χαλκολιβάνου παραβάλλονται—διὰ τὸ θεϊκὸν λίβανος, χαλκὸς διὰ τὸ τοῖς κτίσμασι συγκαταβαίνειν· εἶχον ποιεῖν ἐπιπορευόμενον διεγερτικὸν τῶν κοιμωμένων κατὰ τὰς προνοητικὰς κινήσεις.