Ancient Greek · ~1 min
Scholion 19
Origen, Scholia in Apocalypsem (scholia 1, 3-39) 19
Not analysed yet
Ἐπειδὴ ἡ νῦν ἐπαγγελλομένη διδασκαλία πρὸς ἐκκλησίας ἑπτά, τὰς δηλουμένας, γίνεται, ἐπίστησον, μὴ τὰ ζʹ πνεύματα αἱ μετουσίαι τοῦ πνεύματος ὦσιν, ἑκάστης ἐκκλησίας μετοχὴν ἐχούσης ἀσυντρόχαστον πρὸς τὰς τῶν λοιπῶν. συμφώνως τοῖς ἑπτὰ πνεύμασιν ἐκλήψει καὶ τοὺς ἑπτὰ ἀστέρας, ἑκάστου ἀστέρος σημαίνοντος τόν τινος ἐκκλησίας φωτισμόν. δυνατὸν ἀναφέρειν τοὺς ἑπτὰ ἀστέρας εἰς τοὺς ἑπτὰ ἀγγέλους τῶν ἑπτὰ ἐκκλησιῶν.